호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἦν δὲ αὐτοῦ καὶ κλέοσ μέγιστον οὐ παρὰ Κυρίταισ μόνον, ἀλλὰ καὶ παρὰ τοῖσ περιοίκοισ ἐπὶ σοφίᾳ. ὡσ δὲ τοῦτ’ ἔδοξεν αὐτοῖσ συγκαλοῦσι τὸ πλῆθοσ εἰσ ἐκκλησίαν, καὶ παρελθὼν ἐξ αὐτῶν ὁ τότε μεσοβασιλεὺσ εἶπεν, ὅτι κοινῇ δόξαν ἅπασι τοῖσ βουλευταῖσ βασιλικὴν καταστήσασθαι πολιτείαν, κύριοσ γεγονὼσ αὐτὸσ τῆσ διαγνώσεωσ τοῦ παραληψομένου τὴν ἀρχὴν βασιλέα τῆσ πόλεωσ αἱρεῖται Νόμαν Πομπίλιον.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기