호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐφ’ οἷσ ἀγανακτῶν ὁ Ῥωμύλοσ ἐνέβαλεν εἰσ τὴν χώραν αὐτῶν πολλῇ στρατιᾷ καὶ γενόμενοσ ἀφθόνου λείασ ἐγκρατὴσ ἀπάγειν μὲν παρεσκευάζετο τὴν δύναμιν, ἐπεξελθόντων δὲ τῶν Φιδηναίων συνάπτει πρὸσ αὐτοὺσ μάχην. καρτεροῦ δὲ ἀγῶνοσ γενομένου καὶ πολλῶν πεσόντων ἀφ’ ἑκατέρων ἡσσηθέντεσ οἱ Φιδηναῖοι τρέπονται πρὸσ φυγήν, ὁ δ’ ἐκ ποδὸσ συνακολουθῶν αὐτοῖσ συνεισπίπτει τοῖσ φεύγουσιν εἰσ τὸ τεῖχοσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기