호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
λῃστήρια γὰρ ἐκπέμποντεσ οἱ Καμερῖνοι καὶ πολλὰ τὴν χώραν αὐτῶν κακοῦντεσ οὐ συνέβαινον ἐπὶ δίκην πολλάκισ ὑπ’ αὐτῶν καλούμενοι· οὓσ ἐκ παρατάξεώσ τε νικήσαντεσ ἑ̓χώρησαν γὰρ αὐτοῖσ ὁμόσἐ καὶ μετὰ ταῦτα ἐκ τειχομαχίασ κατὰ κράτοσ ἑλόντεσ ὅπλα μὲν ἀφείλοντο καὶ χώρασ ἐζημίωσαν τῇ τρίτῃ μερίδι· ἣν τοῖσ σφετέροισ διεῖλον. τῶν δὲ Καμεριναίων τοὺσ ἐποίκουσ λυμαινομένων ἐπεξελθόντεσ καὶ τρεψάμενοι αὐτούσ, τὰ μὲν αὐτῶν ἅπαντα τοῖσ σφετέροισ πολίταισ διεῖλον, αὐτοὺσ δὲ τοὺσ ἀνθρώπουσ ὁπόσοι ἐβούλοντο ἐν Ῥώμῃ κατοικεῖν εἰάσαν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기