호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καταχθέντασ δὲ τῆσ Ἰταλίασ περὶ τὰ καλούμενα Πωμεντῖνα πεδία τό τε χωρίον, ἐν ᾧ πρῶτον ὡρμίσαντο, Φορωνίαν ἀπὸ τῆσ πελαγίου φορήσεωσ ὀνομάσαι καὶ θεᾶσ ἱερὸν ἱδρύσασθαι Φορωνίασ, ᾗ τὰσ εὐχὰσ ἔθεντο· ἣν νῦν ἑνὸσ ἀλλαγῇ γράμματοσ Φερωνίαν καλοῦσιν. ἐκεῖθεν δ’ ὁρμηθέντασ αὐτῶν τινασ συνοίκουσ τοῖσ Σαβίνοισ γενέσθαι· καὶ διὰ τοῦτο πολλὰ τῶν νομίμων εἶναι Σαβίνων Λακωνικά, μάλιστα δὲ τὸ φιλοπόλεμόν τε καὶ τὸ λιτοδίαιτον καὶ παρὰ πάντα τὰ ἔργα τοῦ βίου σκληρόν. ὑπὲρ μὲν δὴ τοῦ Σαβίνων γένουσ ταῦθ’ ἱκανά.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기