호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαῦτα εἰποῦσαι προὔπεσον ἅπασαι τῶν τοῦ βασιλέως γονάτων ἅμα τοῖς τέκνοις καὶ διέμενον ἐρριμμέναι, τέως ἀνέστησαν αὐτὰς ἐκ τῆς γῆς οἱ παρόντες ἅπαντα ποιήσειν τὰ μέτρια καὶ τὰ δυνατὰ ὑπισχνούμενοι.? μεταστησάμενοι δὲ αὐτὰς ἐκ τοῦ συνεδρίου καὶ βουλευσάμενοι καθ ἑαυτοὺς ἔκριναν ποιεῖσθαι τὰς διαλλαγάς. καὶ γίνονται τοῖς ἔθνεσιν ἐκεχειρίαι μὲν πρῶτον: συνθῆκαι περὶ φιλίας.
ἦν δὲ τὰ συνομολογηθέντα τοῖς ἀνδράσι, περὶ ὧν τοὺς ὁρ´κους ἐποιήσαντο, τοιάδε:
βασιλέας μὲν εἶναι Ῥωμαίων Ῥωμύλον καὶ Τάτιον ἰσοψήφους ὄντας καὶ τιμὰς καρπουμένους τὰς ἴσας, καλεῖσθαι δὲ τὴν μὲν πόλιν ἐπὶ τοῦ κτίσαντος τὸ αὐτὸ φυλάττουσαν ὄνομα Ῥώμην, καὶ ἕνα ἕκαστον τῶν ἐν αὐτῇ πολιτῶν Ῥωμαῖον, ὡς πρότερον, τοὺς δὲ σύμπαντας ἐπὶ τῆς Τατίου πατρίδος κοινῇ περιλαμβανομένους κλήσει Κυρίτας: πολιτεύειν δὲ τοὺς βουλομένους Σαβίνων ἐν Ῥώμῃ ἱερά τε συνενεγκαμένους καὶ εἰς φυλὰς καὶ εἰς φράτρας ἐπιδοθέντας. ταῦτα ὀμόσαντες καὶ βωμοὺς ἐπὶ τοῖς ὁρ´κοις ἱδρυσάμενοι κατὰ μέσην μάλιστα τὴν καλουμένην ἱερὰν ὁδὸν συνεκεράσθησαν ἀλλήλοις.
διανηξάμενος, οἷς παρέμειναν ἑταῖροί τε καὶ συγγενεῖς καὶ πελάται, τῶν ἐπιχωρίων ἀριθμὸν οὐκ ἐλάττους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기