- 텍스트

Dionysius of Halicarnassus, Antiquitates Romanae, book 2, chapter 17 4:

(디오니시오스, Antiquitates Romanae, book 2, chapter 17 4:)

ἡ δὲ Ῥωμαίων πόλις ἐν Ἰβηρίᾳ τε καὶ Ἰταλίᾳ πολέμους ἔχουσα μεγάλους Σικελίαν τε ἀφεστῶσαν ἀνακτωμένη καὶ Σαρδόνα καὶ τῶν ἐν Μακεδονίᾳ καὶ κατὰ τὴν Ἑλλάδα πραγμάτων ἐκπεπολεμωμένων πρὸς αὐτὴν καὶ Καρχηδόνος ἐπὶ τὴν ἡγεμονίαν πάλιν ἀνισταμένης καὶ τῆς Ἰταλίας οὐ μόνον ἀφεστώσης ὀλίγου δεῖν πάσης, ἀλλὰ καὶ συνεπαγούσης τὸν Ἀννιβιακὸν κληθέντα πόλεμον, τοσούτοις περιπετὴς γενομένη κινδύνοις κατὰ τὸν αὐτὸν χρόνον οὐχ ὅπως ἐκακώθη διὰ τὰς τότε τύχας, ἀλλὰ καὶ προσέλαβεν ἰσχὺν ἐξ αὐτῶν ἔτι μείζονα τῆς προτέρας τῷ πλήθει τοῦ στρατιωτικοῦ πρὸς ἅπαντα διαρκὴς γενομένη τὰ δεινά, ἀλλ οὐχ ὥσπερ ὑπολαμβάνουσί τινες εὐνοίᾳ τύχης χρησαμένη:??

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION