호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τὰ δὲ Ἑλλήνων ἔθη παρὰ ταῦτα ἐξετάζων οὐκ ἔχω πῶς ἐπαινέσω τά τε Λακεδαιμονίων καὶ τὰ τῶν Θηβαίων καὶ τῶν μέγιστον ἐπὶ σοφίᾳ φρονούντων Ἀθηναίων, οἳ φυλάττοντες τὸ εὐγενὲς καὶ μηδενὶ μεταδιδόντες εἰ μὴ σπανίοις τῆς παρ ἑαυτοῖς πολιτείας ἑ᾿ῶ γὰρ λέγειν ὅτι καὶ ξενηλατοῦντες ἔνιοἰ πρὸς τῷ μηδὲν ἀπολαῦσαι ταύτης τῆς μεγαληγορίας ἀγαθὸν καὶ τὰ μέγιστα δι αὐτὴν ἐβλάβησαν.? Σπαρτιᾶται μέν γε πταίσαντες μάχῃ τῇ περὶ Λεῦκτρα, ἐν ᾗ χιλίους καὶ ἑπτακοσίους ἄνδρας ἀπέβαλον, οὐκέτι τὴν πόλιν ἠδυνήθησαν ἐκ τῆς συμφορᾶς ταύτης ἀναλαβεῖν, ἀλλ ἀπέστησαν τῆς ἡγεμονίας σὺν αἰσχύνῃ.
Θηβαῖοι δὲ καὶ Ἀθηναῖοι ἐξ ἑνὸς τοῦ περὶ Χαιρώνειαν ἀτυχήματος ἅμα τήν τε προστασίαν τῆς Ἑλλάδος καὶ τὴν ἐλευθερίαν τὴν πάτριον ὑπὸ Μακεδόνων ἀφῃρέθησαν. ἡ δὲ Ῥωμαίων πόλις ἐν Ἰβηρίᾳ τε καὶ Ἰταλίᾳ πολέμους ἔχουσα μεγάλους Σικελίαν τε ἀφεστῶσαν ἀνακτωμένη καὶ Σαρδόνα καὶ τῶν ἐν Μακεδονίᾳ καὶ κατὰ τὴν Ἑλλάδα πραγμάτων ἐκπεπολεμωμένων πρὸς αὐτὴν καὶ Καρχηδόνος ἐπὶ τὴν ἡγεμονίαν πάλιν ἀνισταμένης καὶ τῆς Ἰταλίας οὐ μόνον ἀφεστώσης ὀλίγου δεῖν πάσης, ἀλλὰ καὶ συνεπαγούσης τὸν Ἀννιβιακὸν κληθέντα πόλεμον, τοσούτοις περιπετὴς γενομένη κινδύνοις κατὰ τὸν αὐτὸν χρόνον οὐχ ὅπως ἐκακώθη διὰ τὰς τότε τύχας, ἀλλὰ καὶ προσέλαβεν ἰσχὺν ἐξ αὐτῶν ἔτι μείζονα τῆς προτέρας τῷ πλήθει τοῦ στρατιωτικοῦ πρὸς ἅπαντα διαρκὴς γενομένη τὰ δεινά, ἀλλ οὐχ ὥσπερ ὑπολαμβάνουσί τινες εὐνοίᾳ τύχης χρησαμένη:
ἐπεὶ ταύτης γε χάριν ᾤχετ ἂν ὑποβρύχιος ἐξ ἑνὸς τοῦ περὶ Κάννας πτώματος, ὅτε αὐτῇ ἀπὸ μὲν ἑξακισχιλίων ἱππέων ἑβδομήκοντα καὶ τριακόσιοι περιελείφθησαν, ἀπὸ δὲ μυριάδων ὀκτὼ τῶν εἰς τὸ κοινὸν στράτευμα καταγραφεισῶν ὀλίγῳ πλείους τρισχιλίων ἐσώθησαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기