호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιγάρτοι διέμειναν ἐν πολλαῖσ γενεαῖσ οὐδὲν διαφέρουσαι συγγενικῶν ἀναγκαιοτήτων αἱ τῶν πελατῶν τε καὶ προστατῶν συζυγίαι παισὶ παίδων συνιστάμεναι, καὶ μέγασ ἔπαινοσ ἦν τοῖσ ἐκ τῶν ἐπιφανῶν οἴκων ὡσ πλείστουσ πελάτασ ἔχειν τάσ τε προγονικὰσ φυλάττουσι διαδοχὰσ τῶν πατρωνειῶν καὶ διὰ τῆσ ἑαυτῶν ἀρετῆσ ἄλλασ ἐπικτωμένοισ, ὅ τε ἀγὼν τῆσ εὐνοίασ ὑπὲρ τοῦ μὴ λειφθῆναι τῆσ ἀλλήλων χάριτοσ ἔκτοποσ ἡλίκοσ ἀμφοτέροισ ἦν τῶν μὲν πελατῶν ἅπαντα τοῖσ προστάταισ ἀξιούντων ὡσ δυνάμεωσ εἶχον ὑπηρετεῖν, τῶν δὲ πατρικίων ἥκιστα βουλομένων τοῖσ πελάταισ ἐνοχλεῖν χρηματικήν τε οὐδεμίαν δωρεὰν προσιεμένων·

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기