호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἡ Ῥωμαίων πόλις ἵδρυται μὲν ἐν τοῖς ἑσπερίοις μέρεσι τῆς Ἰταλίας περὶ ποταμὸν Τέβεριν, ὃς κατὰ μέσην μάλιστα τὴν ἀκτὴν ἐκδίδωσιν, ἀπέχουσα τῆς Τυρρηνικῆς θαλάττης ἑκατὸν εἴκοσι σταδίους.? καὶ ἄλλα τῆς Ἰταλίας χωρία κατασχόντες, ὧν οὐκ ὀλίγα διέμεινεν οὐδ ἀφανῆ μνημεῖα μέχρι τῶν καθ ἡμᾶς χρόνων, ἐν οἷς καὶ τόπων τινῶν ὀνόματα Σικελικὰ λεγόμενα, μηνύοντα τὴν πάλαι ποτὲ αὐτῶν ἐνοίκησιν.
τούτους ἐκβαλόντες Ἀβοριγῖνες αὐτοὶ κατέσχον τὸν τόπον Οἰνώτρων ὄντες ἀπόγονοι τῶν κατοικούντων τὴν ἀπὸ Τάραντος ἄχρι Ποσειδωνίας παράλιον.
ἱερά τις αὕτη νεότης καθοσιωθεῖσα θεοῖς κατὰ τὸν ἐπιχώριον νόμον ὑπὸ τῶν πατέρων ἀποσταλῆναι λέγεται χώραν οἰκήσουσα τὴν ὑπὸ τοῦ δαιμονίου σφίσι δοθησομένην. τὸ δὲ τῶν Οἰνώτρων γένος Ἀρκαδικὸν ἦν ἐκ τῆς τότε μὲν καλουμένης Λυκαονίας, νῦν δὲ Ἀρκαδίας, ἑκουσίως ἐξελθὸν ἐπὶ γῆς κτῆσιν ἀμείνονος ἡγουμένου τῆς ἀποικίας Οἰνώτρου τοῦ Λυκάονος, ἐφ οὗ τὴν ἐπίκλησιν τὸ ἔθνος ἔλαβεν. Ἀβοριγίνων δὲ κατεχόντων τὰ χωρία πρῶτοι μὲν αὐτοῖς γίνονται σύνοικοι Πελασγοὶ πλάνητες ἐκ τῆς τότε μὲν καλουμένης Αἱμονίας, νῦν δὲ Θετταλίας, ἐν ᾗ χρόνον τινὰ ᾤκησαν:
μετὰ δὲ τοὺς Πελασγοὺς Ἀρκάδες ἐκ Παλλαντίου πόλεως ἐξελθόντες Εὐάνδρον ἡγεμόνα ποιησάμενοι τῆς ἀποικίας Ἑρμοῦ καὶ νύμφης Θέμιδος υἱόν, οἳ πρὸς ἑνὶ τῶν ἑπτὰ λόφων πολίζονται ὃς ἐν μέσῳ μάλιστα κεῖται τῆς Ῥώμης, Παλλάντιον ὀνομάσαντες τὸ χωρίον ἐπὶ τῆς ἐν Ἀρκαδίᾳ πατρίδος.
χρόνοις δ οὐ πολλοῖς ὕστερον Ἡρακλέους καταχθέντος εἰς Ἰταλίαν, ὅτε τὴν στρατιὰν ἐξ Ἐρυθείας οἴκαδε ἀπήγαγε, μοῖρά τις ὑπολειφθεῖσα τῆς σὺν αὐτῷ δυνάμεως Ἑλληνικὴ πλησίον ἱδρύεται τοῦ Παλλαντίου, πρὸς ἑτέρῳ τῶν ἐμπεπολισμένων τῇ πόλει λόφων, ὃς τότε μὲν ὑπὸ τῶν ἐπιχωρίων Σατόρνιος ἐλέγετο, νῦν δὲ Καπιτωλῖνος ὑπὸ Ῥωμαίων:
διαπεπορθημένης αὐτοῖς τῆς πατρίδος ὑφ Ἡρακλέους.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기