호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἑπτὰ δ ἔτη μείναντας παρ αὐτοῖς τοὺς περὶ τὸν Ιἀμβοῦλον ἐκβληθῆναι ἄκοντας, ὡς κακούργους καὶ πονηροῖς ἐθισμοῖς συντεθραμμένους.? πάλιν οὖν τὸ πλοιάριον κατασκευάσαντας συναναγκασθῆναι τὸν χωρισμὸν ποιήσασθαι, καὶ τροφὴν ἐνθεμένους πλεῦσαι πλέον ἢ τέτταρας μῆνας: ἐκπεσεῖν δὲ κατὰ τὴν Ἰνδικὴν εἰς ἅμμους καὶ τεναγώδεις τόπους: καὶ τὸν μὲν ἕτερον αὐτῶν ὑπὸ τοῦ κλύδωνος διαφθαρῆναι, τὸν δὲ Ιἀμβοῦλον πρός τινα κώμην προσενεχθέντα ὑπὸ τῶν ἐγχωρίων ἀναχθῆναι πρὸς τὸν βασιλέα εἰς πόλιν Παλίβοθρα, πολλῶν ἡμερῶν ὁδὸν ἀπέχουσαν τῆς θαλάττης.
ὄντος δὲ φιλέλληνος τοῦ βασιλέως καὶ παιδείας ἀντεχομένου, μεγάλης αὐτὸν ἀποδοχῆς καταξιῶσαι:
τὸ δὲ τελευταῖον μετά τινος ἀσφαλείας τὸ μὲν πρῶτον εἰς τὴν Περσίδα διελθεῖν, ὕστερον δὲ εἰς τὴν Ἑλλάδα διασωθῆναι. ὁ δὲ Ιἀμβοῦλος ταῦτά τε ἀναγραφῆς ἠξίωσε καὶ περὶ τῶν κατὰ τὴν Ἰνδικὴν οὐκ ὀλίγα συνετάξατο τῶν ἀγνοουμένων παρὰ τοῖς ἄλλοις.
ἡμεῖς δὲ τὴν ἐν ἀρχῇ τῆς βίβλου γεγενημένην ἐπαγγελίαν τετελεκότες αὐτοῦ περιγράψομεν τήνδε τὴν βίβλον.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기