호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βιοῦν δ αὐτοὺς κατὰ συγγενείας καὶ συστήματα, συνηγμένων τῶν οἰκείων οὐ πλειόνων ἢ τετρακοσίων:? τούτους δ ἐν τοῖς λειμῶσι διαζῆν, πολλὰ τῆς χώρας ἐχούσης πρὸς διατροφήν: διὰ γὰρ τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν εὐκρασίαν τοῦ ἀέρος γεννᾶσθαι τροφὰς αὐτομάτους πλείους τῶν ἱκανῶν. φύεσθαι γὰρ παρ αὐτοῖς κάλαμον πολύν, φέροντα καρπὸν δαψιλῆ, παρεμφερῆ τοῖς λευκοῖς ὀρόβοις.
τοῦτον οὖν συναγαγόντες βρέχουσιν ἐν ὕδατι θερμῷ, μέχρι ἂν τὸ μέγεθος σχῶσιν ὡς ᾠοῦ περιστερᾶς: ἔπειτα συνθλάσαντες καὶ τρίψαντες ἐμπείρως ταῖς χερσὶ διαπλάττουσιν ἄρτους, οὓς ὀπτήσαντες σιτοῦνται διαφόρους ὄντας τῇ γλυκύτητι. εἶναι δὲ καὶ πηγὰς ὑδάτων δαψιλεῖς, τὰς μὲν θερμῶν εἰς λουτρὰ καὶ κόπων ἀφαίρεσιν εὐθέτους, τὰς δὲ ψυχρῶν τῇ γλυκύτητι διαφόρους καὶ πρὸς ὑγίειαν συνεργεῖν δυναμένας.
ὑπάρχειν δὲ παρ αὐτοῖς καὶ παιδείας πάσης ἐπιμέλειαν, μάλιστα δὲ ἀστρολογίας: γράμμασί τε αὐτοὺς χρῆσθαι κατὰ μὲν τὴν δύναμιν τῶν σημαινόντων εἴκοσι καὶ ὀκτὼ τὸν ἀριθμόν, κατὰ δὲ τοὺς χαρακτῆρας ἑπτά, ὧν ἕκαστον τετραχῶς μετασχηματίζεσθαι.
γράφουσι δὲ τοὺς στίχους οὐκ εἰς τὸ πλάγιον ἐκτείνοντες, ὥσπερ ἡμεῖς, ἀλλ ἄνωθεν κάτω καταγράφοντες εἰς ὀρθόν. πολυχρονίους δ εἶναι τοὺς ἀνθρώπους καθ ὑπερβολήν, ὡς ἂν ἄχρι τῶν πεντήκοντα καὶ ἑκατὸν ἐτῶν ζῶντας καὶ γινομένους ἀνόσους κατὰ τὸ πλεῖστον. τὸν δὲ πηρωθέντα ἢ καθόλου τι ἐλάττωμα ἔχοντα ἐν τῷ σώματι μεθιστάνειν ἑαυτὸν ἐκ τοῦ ζῆν ἀναγκάζουσι κατά τινα νόμον ἀπότομον.
νόμιμον δ αὐτοῖς ἐστι ζῆν ἄχρι ἐτῶν ὡρισμένων, καὶ τὸν χρόνον τοῦτον ἐκπληρώσαντας ἑκουσίως μεταλλάττειν ἐξηλλαγμένῳ θανάτῳ: φύεσθαι γὰρ παρ αὐτοῖς ἰδιοφυῆ βοτάνην, ἐφ ἧς ὅταν τις κοιμηθῇ, λεληθότως καὶ προσηνῶς εἰς ὕπνον κατενεχθεὶς ἀποθνήσκει.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기