- 텍스트

Athenaeus, The Deipnosophists, Book 14, book 14, chapter 24

(아테나이오스, The Deipnosophists, Book 14, book 14, chapter 24)

διόπερ καὶ οἱ ἀνδρειότατοι Λακεδαιμόνιοι μετ αὐλῶν στρατεύονται, Κρῆτες δὲ μετὰ λύρας, μετὰ δὲ συρίγγων καὶ αὐλῶν Λυδοί, ὡς Ἡρόδοτος ἱστορεῖ, πολλοὶ δὲ καὶ τῶν βαρβάρων τὰς ἐπικηρυκείας ποιοῦνται μετ αὐλῶν καὶ κιθάρας, καταπραύνοντες τῶν ἐναντίων τὰς ψυχάς.? Θεόπομπος δ ἐν τεσσαρακοστῇ ἕκτῃ τῶν Σ32ίστορίῶν "Γέται, φησί, κιθάρας ἔχοντες καὶ κιθαρίζοντες τὰς ἐπικηρυκείας ποιοῦνται. ὅθεν ἐοίκεν καὶ Ὅμηρος διατηρῶν τὴν ἀρχαίαν τῶν Ἑλλήνων κατάστασιν λέγειν, φόρμιγγός θ, ἣν δαιτὶ θεοὶ ποίησαν ἑταίρην, ὡς καὶ τοῖς εὐωχουμένοις χρησίμης οὔσης τῆς τέχνης, ἦν δ ὡς ἐοίκε τοῦτο νενομισμένον, πρῶτον μὲν ὅπως ἕκαστος τῶν εἰς μέθην καὶ πλήρωσιν ὡρμημένων ἰατρὸν λαμβάνῃ τῆς ὕβρεως καὶ τῆς ἀκοσμίας τὴν μουσικήν, εἶθ ὅτι τὴν αὐθάδειαν πραύνει: περιαιρουμένη γὰρ τὴν στυγνότητα ποιεῖ πρᾳότητα καὶ χαρὰν ἐλευθέριον, ὅθεν καὶ Ὅμηρος εἰσήγαγε τοὺς θεοὺς χρωμένους ἐν τοῖς πρώτοις τῆς Ἰλιάδος τῇ μουσικῇ, μετὰ γὰρ τὴν περὶ τὸν Ἀχιλλέα φιλοτιμίαν διετέλουν ἀκροώμενοι φόρμιγγος περικαλλέος, ἣν ἔχ Ἀπόλλων, Μουσάων θ, αἳ ἀείδον ἀμειβόμεναι ὀπὶ καλῇ. παύσασθαι γὰρ ἔδει τὰ νείκη καὶ τὴν στάσιν, καθάπερ ἐλέγομεν. ἐοίκασιν οὖν οἱ πολλοὶ τὴν ἐπιστήμην ἀποδιδόναι ταῖς συνουσίαις ἐπανορθώσεως χάριν καὶ ὠφελείας :

ἀλλὰ μὴν οἱ ἀρχαῖοι καὶ περιέλαβον ἔθεσι καὶ νόμοις τοὺς τῶν θεῶν ὕμνους ᾄδειν ἅπαντας ἐν ταῖς ἑστιάσεσιν, ὅπως καὶ διὰ τούτων τηρῆται τὸ καλὸν καὶ σωφρονικὸν ἡμῶν. ἐν ἁρμονίων γὰρ ὄντων τῶν ᾀσμάτων προσγενόμενος ὁ τῶν θεῶν λόγος ἀποσεμνύνει τὸν ἑκάστων τρόπον. Φιλόχορος δέ φησιν ὡς οἱ παλαιοὶ σπένδοντες οὐκ αἰεὶ διθυραμβοῦσιν, ἀλλ ὅταν σπένδωσι, τὸν μὲν Διόνυσον ἐν οἴνῳ καὶ μέθῃ, τὸν δ Ἀπόλλωνα μεθ ἡσυχίας καὶ τάξεως μέλποντες.

Ἀρχίλοχος γοῦν φησιν ὡς Διωνύσοι ἄνακτος καλὸν ἐξάρξαι μέλος οἶδα διθύραμβον, οἴνῳ συγκεραυνωθεὶς φρένας. καὶ Ἐπίχαρμος δ ἐν Φιλοκτήτῃ ἔφη:

: οὐκ ἔστι διθύραμβος ὅκχ ὕδωρ πίῃς. ὅτι μὲν οὖν οὐχ ἡδονῆς χάριν ἐπιπολαίου καὶ δημοτικῆς ἡ μουσικὴ προῆλθεν κατ ἀρχὰς εἰς τὰς ἑστιάσεις, ὥσπερ ἔνιοι νομίζουσιν, φανερὸν ἐκ τῶν εἰρημένων. Λακεδαιμόνιοι δ εἰ μὲν ἐμάνθανον τὴν μουσικήν, οὐδὲν λέγουσιν, ὅτι δὲ κρίνειν δύνανται καλῶς τὴν τέχνην ὁμολογεῖται παρ αὐτῶν, καί φασιν τρὶς ἤδη σεσωκέναι διαφθειρομένην αὐτήν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION