- καίτοι τὸ θαυμασιώτατον, γέρων ὤν, λελυμένων μὲν ἤδη τῶν τοῦ σώματος τόνων, περικεχαλασμένων δὲ τῶν σαρκῶν, κεκμηκότων δὲ καὶ τῶν νεύρων, ἀνενέασε (Septuagint, Liber Maccabees IV 7:13)
(70인역 성경, Liber Maccabees IV 7:13)
- ἕπονται ταύταις αἱ τὴν ἰσχὺν καὶ τὸν τόνον καὶ τὰς ὁμοιοτρόπους δυνάμεις τῆς φράσεως ἀρεταὶ περιέχουσαι: (Dionysius of Halicarnassus, Epistula ad Pompeium Geminum, chapter 3 18:6)
(디오니시오스, Epistula ad Pompeium Geminum, chapter 3 18:6)
- διαλλάττει δὲ τῆς Ἰσοκρατείου κατὰ τὴν πικρότητα καὶ τὸν τόνον ἐπ ἐνίων, ὅταν ἐπιτρέψῃ τοῖς πάθεσι, μάλιστα δ ὅταν ὀνειδίζῃ πόλεσιν ἢ στρατηγοῖς πονηρὰ βουλεύματα καὶ πράξεις ἀδίκους πολὺς γὰρ ἐν τούτοις, καὶ τῆς Δημοσθένους δεινότητος οὐδὲ κατὰ μικρὸν διαφέρει, ὡς ἐξ ἄλλων πολλῶν ἄν τις ἴδοι κἀκ τῶν Χιακῶν ἐπιστολῶν, ἃς τῷ συμφύτῳ πνεύματι ἐπιτρέψας γέγραφεν. (Dionysius of Halicarnassus, Epistula ad Pompeium Geminum, chapter 6 9:3)
(디오니시오스, Epistula ad Pompeium Geminum, chapter 6 9:3)
- ἡ δὲ λέξις ἐστὶ τοῦ Δεινάρχου κυρίως ἠθική, πάθος κινοῦσα, σχεδὸν τῇ πικρίᾳ μόνον καὶ τῷ τόνῳ τοῦ Δημοσθενικοῦ χαρακτῆρος λειπομένη, τοῦ δὲ πιθανοῦ καὶ κυρίου μηδὲν ἐνδέουσα. (Dionysius of Halicarnassus, De Dinarcho, chapter 1 3:4)
(디오니시오스, De Dinarcho, chapter 1 3:4)
- ἑώρα γάρ, οἶμαι, τούτους περὶ τοῦ καρτερεῖν καὶ ἀνέχεσθαι τοὺς πόνους πολλὰ διεξιόντας, ἰδίᾳ δὲ τὴν Ἡδονὴν θεραπεύοντας, καὶ μέχρι τοῦ λόγου νεανιευομένους, οἴκοι δὲ κατὰ τοὺς τῆς Ἡδονῆς νόμους βιοῦντας, αἰσχυνομένους μὲν εἰ φανοῦνται χαλῶντες τοῦ τόνου καὶ προδιδόντες τὸ δόγμα, πεπονθότας δὲ ἀθλίους τὸ τοῦ Ταντάλου, καὶ ἔνθα ἂν λήσειν καὶ ἀσφαλῶς παρανομήσειν ἐλπίσωσιν, χανδὸν ἐμπιμπλαμένους τοῦ ἡδέος. (Lucian, Bis accusatus sive tribunalia, (no name) 21:6)
(루키아노스, Bis accusatus sive tribunalia, (no name) 21:6)
- πᾶς ^ δὲ ὁ τόνος τοῦ φθέγματος οἱο῀ς ἁπαλώτατος, οὔτε βαρὺς ὡς εἰς τὸ ἀνδρεῖον ἡρμόσθαι οὔτε πάνυ λεπτὸς ὡς θηλύτατός τε εἶναι καὶ κομιδῇ ἔκλυτος, ἀλλ οἱο῀ς γένοιτ ἂν παιδὶ μήπω ἡβάσκοντι, ἡδὺς καὶ προσηνὴς καὶ πράως παραδυόμενος εἰς τὴν ἀκοήν, ὡς καὶ παυσαμένης ἔναυλον εἶναι τὴν βοὴν καί τι λείψανον ἐνδιατρίβειν καὶ περιβομβεῖν τὰ ὦτα, καθάπερ ἠχώ τινα παρατείνουσαν τὴν ἀκρόασιν καὶ ἴχνη τῶν λόγων μελιχρὰ ἄττα καὶ πειθοῦς μεστὰ ἐπὶ τῆς ψυχῆς ἀπολιμπάνουσαν. (Lucian, Imagines, (no name) 13:3)
(루키아노스, Imagines, (no name) 13:3)
- τίς γὰρ ὁ πολὺς τόνος: (Plutarch, De esu carnium II, section 6 1:2)
(플루타르코스, De esu carnium II, section 6 1:2)
- ἀλλ ἵνα μὴ μακρότερος τοῦ δέοντος ὁ λόγος γένοιτό μοι, τούτοις ἀρκεσθεὶς ἱκανοῖς οὖσι βεβαιῶσαι τὸ προκείμενον οὐκ ἂν ὀκνήσαιμι τοῖς ἀσκοῦσι τοὺς πολιτικοὺς λόγους ὑποτίθεσθαι τοῖς γε δὴ τὰς κρίσεις ἀδιαστρόφους ἔτι φυλάσσουσι, Δημοσθένει συμβούλῳ χρησαμένους, ὃν ἁπάντων ῥητόρων κράτιστον γεγενῆσθαι πειθόμεθα, ταύτας μιμεῖσθαι τὰς κατασκευάς, ἐν αἷς ἥ τε βραχύτης καὶ ἡ δεινότης καὶ ἡ ἰσχὺς καὶ ὁ τόνος καὶ ἡ μεγαλοπρέπεια καὶ αἱ συγγενεῖς ταύταις ἀρεταὶ πᾶσιν ἀνθρώποις εἰσὶ φανεραί: (Dionysius of Halicarnassus, , chapter 552)
(디오니시오스, , chapter 552)
- "εἴθ ἁρμονίας χρὴ καλεῖν, ὧν ἐπιτάσει καὶ ὑφέσει τρεπομένων κατὰ τὸ μᾶλλον καὶ ἧττον αἱ λοιπαὶ βαρύτητές εἰσι καὶ ὀξύτητες ἆρ οὐχὶ πολλῶν, μᾶλλον δ ἀπείρων διαστημάτων ὄντων, τὰ μελῳδούμενα μόνα πέντ ἐστί, δίεσις καὶ ἡμιτόνιον καὶ τόνος καὶ τριημιτόνιον καὶ δίτονον, ἄλλο δ οὐδὲν οὔτε μικρότερον οὔτε μεῖζον ἐν φωναῖς χωρίον ὀξύτητι καὶ βαρύτητι περατούμενον μελῳδητόν ἐστι· (Plutarch, De E apud Delphos, section 1011)
(플루타르코스, De E apud Delphos, section 1011)
- σχήμασί τε οὐ τοῖς ἀρχαιοπρεπεστέροις οὐδ ὅσοις σεμνότης τις ἢ βάρος ἢ τόνος πρόσεστιν, ἀλλὰ τοῖς τρυφεροῖς τε καὶ κολακικοῖς ὡς τὰ πολλὰ χρῆσθαι φιλεῖ, ἐν οἷς πολὺ τὸ ἀπατηλόν ἐστι καὶ θεατρικόν. (Dionysius of Halicarnassus, De Compositione Verborum, chapter 2313)
(디오니시오스, De Compositione Verborum, chapter 2313)