κακόνους?
First/Second declension Adjective;
Transliteration: kakonous
Principal Part:
κακόνους
κακόνουν
Structure:
κακονο
(Stem)
+
ος
(Ending)
Sense
- ill-disposed, disaffected, bearing malice against
Declension
First/Second declension
The inflection forms above were generated by rules and some usages of them were not attested.
Due to a bug of system, some forms may display wrong accents.
- ὡς κακόνοι τινές εἰσιν ἐν ἡμῖν. (Aristophanes, Peace, Choral, antistrophe 213)
- ἴθι νυν ἄκουσον οἱο῀ν ἄρτι μ ἤρετο, ὅστις κακόνους αὐτῇ μάλιστ ἦν ἐνθάδε, χὤστις φίλος κἄσπευδεν εἶναι μὴ μάχας. (Aristophanes, Peace, Episode15)
- μαρτύρομαι τὰς σεμνὰς θεάς, ἄνδρες Ἀθηναῖοι, καὶ τὸν τόπον ὃν ἐκεῖναι κατέχουσι, καὶ τοὺς ἡρ´ωας τοὺς ἐγχωρίους, καὶ τὴν Ἀθηνᾶν τὴν Πολιάδα καὶ τοὺς ἄλλους θεοὺς οἳ τὴν χώραν καὶ τὴν πόλιν ἡμῶν εἰλήχασιν, ὅτι τοῦ δήμου παραδεδωκότος ὑμῖν τιμωρήσασθαι τὸν εἰληφότα τι τῶνκατὰ τῆς πατρίδος, τὸν λελυμασμένον καὶ ἐφθαρκότα τὴν τῆς πόλεως εὐδαιμονίαν, τὸν περικεχαρακωμένην προδεδωκότα τὴν πατρίδα ταῖς αὑτοῦ συμβουλίαις, [ὃν] οἱ μὲν ἐχθροὶ καὶ κακόνοι τῇ πόλει ζῆν ἂν βούλοιντο, συμφορὰν ἡγούμενοι τῆς πόλεως εἶναι, ὅσοι δὲ εὖνοι τοῖς ὑμετέροις πράγμασι, καὶ μεταπεσούσης τῆς τύχης ἐλπίζουσιν ἐπὶ τὸ βέλτιον ἂν τὰ τῆς πόλεως πράγματ ἐλθεῖν, τὴν ἀξίαν δίκην δόντα τῶν πεπραγμένων ἀπολωλέναι βούλονται, καὶ ταῦτ εὔχονται τοῖς θεοῖς: (Dinarchus, Speeches, 78:1)
- λογίζεσθ ὅτι οὗτος ὁ ἄνθρωπος, εἰ μὲν μὴ ἔνοχος ὢν ταῖς μελλούσαις ἀποφάσεσιν ἀναβαίνει, κακόνους ἐστὶ τῇ πολιτεία, καὶ τοὺς ἐπὶ τῷ δήμῳ δῶρα λαμβάνοντας οὐ βουλόμενος δίκην δοῦναι καὶ τὴν κοινὴν τῶν ὑμετέρων σωμάτων φυλακήν, ἐφ ᾗ τέτακται τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον, καταλυθῆναι βούλεται καὶ συγκεχύσθαι πάντα τὰ ἐν τῇ πόλει δίκαια: (Dinarchus, Speeches, 136:2)
- οὐσῶν δὲ πολλῶν μὲν εἰκόνων αὐτοῦ, μεγάλων δὲ τιμῶν, ἃς αἱ πόλεις ἐψηφίσαντο, Ῥωμαῖος ἀνὴρ ἐν τοῖς περὶ Κόρινθον ἀτυχήμασι τῆς Ἑλλάδος ἐπεχείρησεν ἀνελεῖν ἁπάσας καὶ διώκειν αὐτόν, ἐνδεικνύμενος, ὥσπερ ἔτι ζῶντα, Ῥωμαίοις πολέμιον καὶ κακόνουν γενέσθαι, λόγων δὲ λεχθέντων καὶ Πολυβίου πρὸς τὸν συκοφάντην ἀντειπόντος οὔθ ὁ Μόμμιος οὔτε οἱ πρέσβεις ὑπέμειναν ἀνδρὸς ἐνδόξου τιμὰς ἀφανίσαι, καίπερ οὐκ ὀλίγα τοῖς περὶ Τίτον καὶ Μάνιον ἐναντιωθέντος, ἀλλὰ τῆς χρείας τὴν ἀρετὴν ἐκεῖνοι καὶ τὸ καλὸν, ὡς ἐοίκε, τοῦ λυσιτελοῦς διώριζον, ὀρθῶς καὶ προσηκόντως τοῖς μὲν ὠφελοῦσι μισθὸν καὶ χάριν παρὰ τῶν εὖ παθόντων, τοῖς δ ἀγαθοῖς τιμὴν ὀφείλεσθαι παρὰ τῶν ἀγαθῶν ἀεὶ νομίζοντες. (Plutarch, Philopoemen, chapter 21 5:2)
- πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο παρ ὑμῖν αὐτοῖς βεβαίως γνῶναι, ὅτι τῇ πόλει Φίλιππος πολεμεῖ καὶ τὴν εἰρήνην λέλυκεν, καὶ κακόνους μέν ἐστι καὶ ἐχθρὸς ὅλῃ τῇ πόλει καὶ τῷ τῆς πόλεως ἐδάφει, προσθήσω δὲ καὶ τοῖς ἐν τῇ πόλει θεοῖς, οἵπερ αὐτὸν ἐξολέσειαν, οὐδενὶ μέντοι μᾶλλον ἢ τῇ πολιτείᾳ πολεμεῖ οὐδ ἐπιβουλεύει, καὶ σκοπεῖ μᾶλλον οὐδὲν τῶν πάντων ἢ πῶς ταύτην καταλύσει. (Demosthenes, Speeches, 14:4)
- τὸ γὰρ τῶν ἀναγκαίων τιν ἀποστερεῖν κοινῇ κακόνους ἐστὶ ποιεῖν πολλοὺς ἀνθρώπους τοῖς πράγμασι: (Demosthenes, Speeches, 49:2)
- οὐθεὶς οὔτε ἠλίθιός ἐστιν οὕτως οὔτε τῷ δήμῳ κακόνους, ὥστε ταῦτα λέγειν. (Dionysius of Halicarnassus, Antiquitates Romanae, Books X-XX, book 10, chapter 12 5:2)