- κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶν ἐξῆλθεν: (Euripides, Rhesus, episode, iambic 2:12)
(에우리피데스, Rhesus, episode, iambic 2:12)
- ἐπὶ τούτοις τὰ Πελοπιδῶν καὶ Μυκῆναι καὶ τὰ ἐν αὐταῖς καὶ πρὸ αὐτῶν, Ἴναχος καὶ Ιὢ καὶ ὁ φρουρὸς αὐτῆς Ἄργος καὶ Ἀτρεὺς καὶ Θυέστης καὶ Αἐρόπη, καὶ τὸ χρυσοῦν ἀρνίον καὶ Πελοπείας ^ γάμος καὶ Ἀγαμέμνονος σφαγὴ καὶ Κλυταιμήστρας τιμωρία καὶ ἔτι πρὸ τούτων ἡ τῶν ἑπτὰ λοχαγῶν στρατεία καὶ ἡ τῶν φυγάδων γαμβρῶν τοῦ Ἀδράστου ὑποδοχὴ καὶ ὁ ἐπ αὐτοῖς χρησμὸς καὶ ἡ τῶν πεσόντων ἀταφία καὶ Ἀντιγόνης διὰ ταῦτα καὶ Μενοικέως ἀπώλεια. (Lucian, De saltatione, (no name) 43:1)
(루키아노스, De saltatione, (no name) 43:1)
- ἠξίωσεν οὖν αὐτοὺς ἄνδρας γε τῶν πολιτῶν φρουροὺς δοῦναι εἰς χωρία τινά, ἵνα τοῖς ἐκεῖ στρατιώταις νῦν φρουροῦσι σχῇ ἀποχρήσασθαι. (Aristotle, Economics, Book 2 99:3)
(아리스토텔레스, 경제학, Book 2 99:3)
- κείνῳ γὰρ ἡ Διὸς κόρη φρουρὼ παραζεύξασα φύλακε σώματος δισσὼ δράκοντε, παρθένοις Ἀγλαυρίσι δίδωσι σῴζειν: (Euripides, Ion, episode 2:4)
(에우리피데스, Ion, episode 2:4)
- οὗ δ ὡρ´ισέν σοι πρῶτα Μαιάδος τόκος, Σπάρτης ἀπάρας, τὸν κατ οὐρανὸν δρόμον, κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε, - φρουρὸν παρ Ἀκτὴν τεταμένην νῆσον λέγω - Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται, ἐπεὶ κλοπαίαν ς ἐκ δόμων ἐδέξατο. (Euripides, Helen, episode, dialogue 2:7)
(에우리피데스, Helen, episode, dialogue 2:7)
- ὁ δὲ φρουρὸς κύων, ὄνομα Κάππαρος, ἐπεὶ μηδεὶς ὑλακτοῦντι τῶν ζακόρων ὑπήκουσεν αὐτῷ, φεύγοντα τὸν ἱερόσυλον ἐπεδίωκε: (Plutarch, De sollertia animalium, chapter, section 13 10:1)
(플루타르코스, De sollertia animalium, chapter, section 13 10:1)
- εἰς ἕτερον ἄγαλμα τοῦ αὐτοῦ Αὐσονίῳ Πείσωνι συνασπιστὴς Διόνυσος ἵδρυμαι μεγάρων φρουρὸς ἐπ εὐτυχίῃ. (Unknown, Greek Anthology, Volume V, book 16, chapter 1841)
(작자 미상, Greek Anthology, Volume V, book 16, chapter 1841)
- φρουρὸς ἐπὶ σμήνεσσι, Περιστράτου εἵνεκα, μίμνω ἐνθάδε, Μαιναλίαν κλιτὺν ἀποπρολιπών, κλῶπα μελισσάων δεδοκημένος. (Unknown, Greek Anthology, Volume V, book 16, chapter 1891)
(작자 미상, Greek Anthology, Volume V, book 16, chapter 1891)
- πυνθανόμενος δ ὅτι οἱ ἐχθροὶ σταθμεύουσι μὲν ἐν τέσσαρσι στρατοπέδοις, μακρὰν διεστηκότες ἀπ ἀλλήλων, ἀνὰ δισμυρίους καὶ πεντακισχιλίους πεζοὺς καὶ ἱππέας πεντακοσίους ἐπὶ δισχιλίοις, τὴν δὲ παρασκευὴν τῶν τε χρημάτων καὶ σίτου καὶ ὅπλων καὶ βελῶν καὶ νεῶν καὶ αἰχμαλώτων καὶ ὁμήρων τῶν ἐξ ὅλης Ἰβηρίας ἔχουσιν ἐν τῇ πρότερον μὲν Ζακάνθῃ τότε δὲ ἤδη Καρχηδόνι, καὶ φρουρὸς αὐτῶν ἐστὶ Μάγων μετὰ μυρίων Καρχηδονίων, ἔκρινε πρῶτον ἐς τούτους ἐπιδραμεῖν διά τε τὴν ὀλιγότητα τοῦ στρατοῦ τοῦ μετὰ Μάγωνος καὶ τὸ μέγεθος τῆς παρασκευῆς, καὶ ὡς ὁρμητήριον ἀσφαλὲς ἐκ γῆς καὶ θαλάσσης ἕξων ἐπὶ ὅλην τὴν Ἰβηρίαν πόλιν ἀργυρεῖα καὶ χώραν εὐδαίμονα καὶ πλοῦτον πολὺν ἔχουσαν καὶ τὸν διάπλουν ἐς Λιβύην βραχύτατον. (Appian, The Foreign Wars, chapter 4 2:4)
(아피아노스, The Foreign Wars, chapter 4 2:4)