Arrian, Anabasis, book 2, chapter 1 5:

(아리아노스, Anabasis, book 2, chapter 1 5:)

ἐπὶ τούτοισ μὲν δὴ ἡ ξύμβασισ τοῖσ Μιτυληναίοισ πρὸσ τοὺσ Πέρσασ ξυνέβη. Φαρνάβαζοσ δὲ καὶ Αὐτοφραδάτησ, ὡσ παρῆλθον ἅπαξ εἴσω τῆσ πόλεωσ, φρουράν τε ἐσ αὐτὴν εἰσήγαγον καὶ φρούραρχον ἐπ̓ αὐτῇ Λυκομήδην Ῥόδιον, καὶ τύραννον ἐγκατέστησαν τῇ πόλει Διογένην, ἕνα τῶν φυγάδων, χρήματά τε εἰσέπραξαν τοὺσ Μιτυληναίουσ τὰ μὲν βίᾳ ἀφελόμενοι τοὺσ ἔχοντασ, τὰ δὲ ἐσ τὸ κοινὸν ἐπιβαλόντεσ.

SEARCH

MENU NAVIGATION