호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οἱ μὲν ἄλλοι μέχρι Καίσαροσ θανατοῦν ἐκέλευον, ὁ δὲ Καῖσαρ ἀναστὰσ λόγον διῆλθε πεφροντισμένον, ὡσ ἀποκτεῖναι μὲν ἀκρίτουσ ἄνδρασ ἀξιώματι καὶ γένει λαμπροὺσ οὐ δοκεῖ πάτριον οὐδὲ δίκαιον εἶναι, μὴ μετὰ τῆσ ἐσχάτησ ἀνάγκησ, εἰ δὲ φρουροῖντο δεθέντεσ ἐν πόλεσι τῆσ Ἰταλίασ ἃσ ἂν αὐτὸσ ἕληται Κικέρων, μέχρι οὗ καταπολεμηθῇ Κατιλίνασ, ὕστερον ἐν εἰρήνῃ καὶ καθ’ ἡσυχίαν περὶ ἑκάστου τῇ βουλῇ γνῶναι παρέξει.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기