- Greek-English Dictionary

Ancient Greek-English Dictionary Language

εὐρύς?

First/Third declension Adjective; 자동번역 Transliteration: eurys

Principal Part: εὐρύς εὐρεῖα εὐρύ

Structure: εὐρυ (Stem) + ς (Ending)

Sense

  1. wide, broad, spacious, especially of heaven, earth, and sea

Examples

  • τῶν δ ὕπο σευομένων κανάχιζε πός εὐρεῖα χθών. (Hesiod, Shield of Heracles, Book Sh. 35:5)
  • καὶ τάφρος διπλῆ περιβέβληται τῷ τείχει, εὐρεῖα ἑκατέρα. (Arrian, Periplus Ponti Euxini, chapter 9 5:1)
  • [ Ἀ[γλ]αῷ καὶ νῦν κασιγνήτας ἀκοίτας νασιῶτιν ἐκίνησεν λιγύφθογγον μέλισσαν, ἀχ]ειρὲς ἵν ἀθάνατον Μουσᾶν ἄγαλμα ξυνὸν ἀνθρώποισιν εἰή χάρμα, τεὰν ἀρετὰν μανῦον ἐπιχθονίοισιν, ὁσσάκις Νίκας ἕκατι ἄνθεσι ξανθὰν ἀναδησάμενος κεφαλὰν κῦδος εὐρείαις Ἀθάναις θῆκας Οἰνείδαις τε δόξαν. (Bacchylides, , epinicians, ode 10 1:28)
  • ἄλλοτε δ αὖτε ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν. (Hesiod, Works and Days, Book WD 29:6)
  • αἳ δ ἄμβροτον ὄσσαν ἱεῖσαι θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων. (Hesiod, Theogony, Book Th. 6:5)
  • εἴπατε δ, ὡς τὰ πρῶτα θεοὶ καὶ γαῖα γένοντο καὶ ποταμοὶ καὶ πόντος ἀπείριτος, οἴδματι θυίων, ἄστρα τε λαμπετόωντα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν οἵ τ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων ὥς τ ἄφενος δάσσαντο καὶ ὡς τιμὰς διέλοντο ἠδὲ καὶ ὡς τὰ πρῶτα πολύπτυχον ἔσχον Ὄλυμπον. (Hesiod, Theogony, Book Th. 12:3)
  • δεινὸν δὲ περίαχε πόντος ἀπείρων, γῆ δὲ μέγ ἐσμαράγησεν, ἐπέστενε δ οὐρανὸς εὐρὺς σειόμενος, πεδόθεν δὲ τινάσσετο μακρὸς Ὄλυμπος ῥιπῇ ὕπ ἀθανάτων, ἔνοσις δ ἵκανε βαρεῖα Τάρταρον ἠερόεντα, ποδῶν τ αἰπεῖα ἰωὴ ἀσπέτου ἰωχμοῖο βολάων τε κρατεράων: (Hesiod, Theogony, Book Th. 65:8)
  • εἴσατο δ ἄντα ὀφθαλμοῖσιν ἰδεῖν ἠδ οὐάσι ὄσσαν ἀκοῦσαι αὔτως, ὡς εἰ Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε πίλνατο: (Hesiod, Theogony, Book Th. 67:8)
  • σκληρὸν δ ἐβρόντησε καὶ ὄβριμον, ἀμφὶ δὲ γαῖα σμερδαλέον κονάβησε καὶ οὐρανὸς εὐρὺς ὕπερθε πόντος τ Ὠκεανοῦ τε ῥοαὶ καὶ Τάρταρα γαίης. (Hesiod, Theogony, Book Th. 78:8)

Related

명사

형용사

동사

부사

대명사

Similar forms

Source: Ancient Greek entries from Wiktionary

Find this word at Wiktionary

SEARCH

MENU NAVIGATION