호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου, εἰρεῦσαι τά τ ἐόντα τά τ ἐσσόμενα πρό τ ἐόντα, φωνῇ ὁμηρεῦσαι:? τῶν δ ἀκάματος ῥέει αὐδὴ ἐκ στομάτων ἡδεῖα: γελᾷ δέ τε δώματα πατρὸς Ζηνὸς ἐριγδούποιο θεᾶν ὀπὶ λειριοέσσῃ σκιδναμένῃ: ἠχεῖ δὲ κάρη νιφόεντος Ὀλύμπου δώματά τ ἀθανάτων. αἳ δ ἄμβροτον ὄσσαν ἱεῖσαι θεῶν γένος αἰδοῖον πρῶτον κλείουσιν ἀοιδῇ ἐξ ἀρχῆς, οὓς Γαῖα καὶ Οὐρανὸς εὐρὺς ἔτικτεν, οἵ τ ἐκ τῶν ἐγένοντο θεοί, δωτῆρες ἐάων. δεύτερον αὖτε Ζῆνα, θεῶν πατέρ ἠδὲ καὶ ἀνδρῶν, ἀρχόμεναί θ ὑμνεῦσι καὶ ἐκλήγουσαι ἀοιδῆς, ὅσσον φέρτατός ἐστι θεῶν κράτεί τε μέγιστος. αὖτις δ ἀνθρώπων τε γένος κρατερῶν τε Γιγάντων ὑμνεῦσαι τέρπουσι Διὸς νόον ἐντὸς Ὀλύμπου Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기