호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
καὶ ὁ Βροῦτος ὑποτυχών:? νικῶμεν, ἔφησεν, ὦ δημόται, καὶ παρακεχώρηται ἡμῖν ὑπὸ τῶν διαφόρων ὅσα ἠξιοῦμεν. νῦν μὲν οὖν ἄπιτε καὶ παύσασθε φιλονεικοῦντες: αὔριον δ ὑμῖν ὑπισχνοῦμαι φανερὰν ποιήσειν ὅσην ἔχετε ἰσχύν. καὶ ὑμεῖς γ, ὦ δήμαρχοι, παραχωρήσατε αὐτοῖς τῆς ἀγορᾶς ἐν τῷ παρόντι: οὐ γὰρ εἰς τέλος παραχωρήσετε: μαθόντες δ ὅσον ἔχει κράτος ὑμῶν ἡ ἀρχή: γνώσεσθε γὰρ οὐκ εἰς μακράν: ἐγὼ τοῦθ ὑμῖν ὑποδέχομαι ποιήσειν φανερόν: μετριωτέραν αὐτῶν ἀποδώσετε τὴν ὑπερηφανίαν. ἐὰν δὲ φενακίζων ὑμᾶς εὑρεθῶ, χρήσασθ ὅ τι βούλεσθέ μοι.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기