호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἄγε νυν ὦ πάτερ ἢν μὴ τὸ δικαστήριον ἁρ´χων καθίσῃ νῦν, πόθεν ὠνησόμεθ ἄριστον·? ἔχεις ἐλπίδα χρηστήν τινα νῷν ἢ πόρον Ἕλλας ἱρὸν <εὑρεῖν>· ἀπαπαῖ φεῦ, <ἀπαπαῖ φεῦ,> μὰ Δί οὐκ ἔγωγε νῷν οἶδ ὁπόθεν γε δεῖπνον ἔσται. τί με δῆτ ὦ μελέα μῆτερ ἔτικτες· ἵν ἐμοὶ πράγματα βόσκειν παρέχῃς. ἀνόνητον ἄρ ὦ θυλάκιόν ς εἶχον ἄγαλμα. ἐ` ἔ. πάρα νῷν στενάζειν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기