- 텍스트

Hesiod, Works and Days, Book WD 29:

(헤시오도스, 일과 날, Book WD 29:)

οἷς δ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα, τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.? πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα, ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται. τοῖσιν δ οὐρανόθεν μέγ ἐπήγαγε πῆμα Κρονίων λιμὸν ὁμοῦ καὶ λοιμόν: ἀποφθινύθουσι δὲ λαοί. οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου: ἄλλοτε δ αὖτε ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION