- 텍스트

Homer, Iliad, Book 16 67:

(호메로스, 일리아스, Book 16 67:)

ὄφρα μὲν Ηἔλιος μέσον οὐρανὸν ἀμφιβεβήκει, τόφρα μάλ ἀμφοτέρων βέλε ἥπτετο, πῖπτε δὲ λαός:? ἦμος δ Ηἔλιος μετενίσετο βουλυτὸν δέ, καὶ τότε δή ῥ ὑπὲρ αἶσαν Ἀχαιοὶ φέρτεροι ἦσαν. ἐκ μὲν Κεβριόνην βελέων ἡρ´ωα ἔρυσσαν Τρώων ἐξ ἐνοπῆς, καὶ ἀπ ὤμων τεύχε ἕλοντο, Πάτροκλος δὲ Τρωσὶ κακὰ φρονέων ἐνόρουσε. τρὶς μὲν ἔπειτ ἐπόρουσε θοῷ ἀτάλαντος Ἄρηϊ σμερδαλέα ἰάχων, τρὶς δ ἐννέα φῶτας ἔπεφνεν. ἀλλ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος, ἔνθ ἄρα τοι Πάτροκλε φάνη βιότοιο τελευτή: ἤντετο γάρ τοι Φοῖβος ἐνὶ κρατερῇ ὑσμίνῃ δεινός: ὃ μὲν τὸν ἰόντα κατὰ κλόνον οὐκ ἐνόησεν, ἠέρι γὰρ πολλῇ κεκαλυμμένος ἀντεβόλησε: στῆ δ ὄπιθεν, πλῆξεν δὲ μετάφρενον εὐρέε τ ὤμω χειρὶ καταπρηνεῖ, στρεφεδίνηθεν δέ οἱ ὄσσε. τοῦ δ ἀπὸ μὲν κρατὸς κυνέην βάλε Φοῖβος Ἀπόλλων: ἣ δὲ κυλινδομένη καναχὴν ἔχε ποσσὶν ὑφ ἵππων αὐλῶπις τρυφάλεια, μιάνθησαν δὲ ἔθειραι αἵματι καὶ κονίῃσι: πάρος γε μὲν οὐ θέμις ἠε῀ν ἱππόκομον πήληκα μιαίνεσθαι κονίῃσιν, ἀλλ ἀνδρὸς θείοιο κάρη χαρίεν τε μέτωπον ῥύετ Ἀχιλλῆος: τότε δὲ Ζεὺς Ἕκτορι δῶκεν ᾗ κεφαλῇ φορέειν, σχεδόθεν δέ οἱ ἠε῀ν ὄλεθρος. πᾶν δέ οἱ ἐν χείρεσσιν ἄγη δολιχόσκιον ἔγχος βριθὺ μέγα στιβαρὸν κεκορυθμένον: αὐτὰρ ἀπ ὤμων ἀσπὶς σὺν τελαμῶνι χαμαὶ πέσε τερμιόεσσα. λῦσε δέ οἱ θώρηκα ἄναξ Διὸς υἱὸς Ἀπόλλων. τὸν δ ἄτη φρένας εἷλε, λύθεν δ ὑπὸ φαίδιμα γυῖα, στῆ δὲ ταφών: ὄπιθεν δὲ μετάφρενον ὀξέϊ δουρὶ ὤμων μεσσηγὺς σχεδόθεν βάλε Δάρδανος ἀνὴρ Πανθοΐδης Εὔφορβος, ὃς ἡλικίην ἐκέκαστο ἔγχεΐ θ ἱπποσύνῃ τε πόδεσσί τε καρπαλίμοισι: καὶ γὰρ δὴ τότε φῶτας ἐείκοσι βῆσεν ἀφ ἵππων πρῶτ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο: ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ οὐδὲ δάμασς: ὃ μὲν αὖτις ἀνέδραμε, μίκτο δ ὁμίλῳ, ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον, οὐδ ὑπέμεινε Πάτροκλον γυμνόν περ ἐόντ ἐν δηϊοτῆτι. Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ ἀλεείνων.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION