- 텍스트

Hesiod, Theogony, Book Th. 79:

(헤시오도스, 신들의 계보, Book Th. 79:)

Ζεὺς δ ἐπεὶ οὖν κόρθυνεν ἑὸν μένος, εἵλετο δ ὅπλα, βροντήν τε στεροπήν τε καὶ αἰθαλόεντα κεραυνόν, πλῆξεν ἀπ Οὐλύμποιο ἐπάλμενος:? ἀμφὶ δὲ πάσας ἔπρεσε θεσπεσίας κεφαλὰς δεινοῖο πελώρου. αὐτὰρ ἐπεὶ δή μιν δάμασεν πληγῇσιν ἱμάσσας, ἤριπε γυιωθείς, στενάχιζε δὲ γαῖα πελώρη. φλὸξ δὲ κεραυνωθέντος ἀπέσσυτο τοῖο ἄνακτος οὔρεος ἐν βήσσῃσιν ἀιδνῇς παιπαλοέσσῃς, πληγέντος. πολλὴ δὲ πελώρη καίετο γαῖα ἀτμῇ θεσπεσίῃ καὶ ἐτήκετο κασσίτερος ὣς τέχνῃ ὕπ αἰζηῶν ἐν ἐυτρήτοις χοάνοισι θαλφθείς, ἠὲ σίδηρος, ὅ περ κρατερώτατός ἐστιν. οὔρεος ἐν βήσσῃσι δαμαζόμενος πυρὶ κηλέῳ τήκεται ἐν χθονὶ δίῃ ὑφ Ἡφαιστου παλάμῃσιν. ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.?

상위

Hesiod (헤시오도스)

목록

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION