- 텍스트

Homer, Iliad, Book 11 67:

(호메로스, 일리아스, Book 11 67:)

ὣς φάτο, τῷ δ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ὄρινε, βῆ δὲ θέειν παρὰ νῆας ἐπ Αἰακίδην Ἀχιλῆα.? ἀλλ ὅτε δὴ κατὰ νῆας Ὀδυσσῆος θείοιο ἷξε θέων Πάτροκλος, ἵνά σφ ἀγορή τε θέμις τε ἠήν, τῇ δὴ καί σφι θεῶν ἐτετεύχατο βωμοί, ἔνθά οἱ Εὐρύπυλος βεβλημένος ἀντεβόλησε διογενὴς Εὐαιμονίδης κατὰ μηρὸν ὀϊστῷ σκάζων ἐκ πολέμου: κατὰ δὲ νότιος ῥέεν ἱδρὼς ὤμων καὶ κεφαλῆς, ἀπὸ δ ἕλκεος ἀργαλέοιο αἷμα μέλαν κελάρυζε: νόος γε μὲν ἔμπεδος ἠε῀ν. τὸν δὲ ἰδὼν ᾤκτειρε Μενοιτίου ἄλκιμος υἱός, καί ῥ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα: ἆ δειλοὶ Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες ὣς ἄρ ἐμέλλετε τῆλε φίλων καὶ πατρίδος αἰής ἄσειν ἐν Τροίῃ ταχέας κύνας ἀργέτι δημῷ. ἀλλ ἄγε μοι τόδε εἰπὲ διοτρεφὲς Εὐρύπυλ ἡρ´ως, ἤ ῥ ἔτι που σχήσουσι πελώριον Ἕκτορ Ἀχαιοί, ἦ ἤδη φθίσονται ὑπ αὐτοῦ δουρὶ δαμέντες·?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION