- 텍스트

Sophocles, Trachiniae, choral 9:

(소포클레스, 트라키니아이, choral 9:)

τί χρή, γύναι, μολόντα μ Ἡρακλεῖ λέγειν·? δίδαξον, ὡς ἑρ´ποντος, ὡς ὁρᾷς, ἐμοῦ. ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους. ἀλλ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμ ἐγώ. ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις· ἴστω μέγας Ζεύς, ὧν γ ἂν ἐξειδὼς κυρῶ. τίς ἡ γυνὴ δῆτ ἐστὶν ἣν ἥκεις ἄγων· Εὐβοιίς: ὧν δ ἔβλαστεν οὐκ ἔχω λέγειν. οὗτος, βλέφ ὧδε: πρὸς τίν ἐννέπειν δοκεῖς· σὺ δ εἰς τί δή με τοῦτ ἐρωτήσας ἔχεις· τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ ς ἱστορῶ. πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως κόρην δάμαρτά θ Ἡρακλέους, εἰ μὴ κυρῶ λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν. τοῦτ αὔτ ἔχρῃζον, τοῦτό σου μαθεῖν: λέγεις δέσποιναν εἶναι τήνδε σήν· δίκαια γάρ. τί δῆτα· ποίαν ἀξιοῖς δοῦναι δίκην, ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν· πῶς μὴ δίκαιος· τί ποτε ποικίλας ἔχεις· οὐδέν: σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς. ἄπειμι: μῶρος δ ἦ πάλαι κλύων σέθεν. οὔ, πρίν γ ἂν εἴπῃς ἱστορούμενος βραχύ. λέγ, εἴ τι χρῄζεις: καὶ γὰρ οὐ σιγηλὸς εἶ. τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου· φημί: πρὸς τί δ ἱστορεῖς· οὔκουν σὺ ταύτην, ἣν ὑπ ἀγνοίας ὁρᾷς, Ιὄλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν· ποίοις ἐν ἀνθρώποισι· τίς πόθεν μολὼν σοὶ μαρτυρήσει ταῦτ ἐμοῦ κλύειν πάρα· πολλοῖσιν ἀστῶν: ἐν μέσῃ Τραχινίων ἀγορᾷ πολύς σου ταῦτά γ εἰσήκους ὄχλος. κλύειν γ ἔφασκον: ταὐτὸ δ οὐχὶ γίγνεται δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον. ποίαν δόκησιν· οὐκ ἐπώμοτος λέγων δάμαρτ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν· ἐγὼ δάμαρτα· πρὸς θεῶν, φράσον, φίλη δέσποινα, τόνδε τίς ποτ ἐστὶν ὁ ξένος. ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία πέρσειεν αὐτήν, ἀλλ ὁ τῆσδ ἔρως φανείς. ἅνθρωπος, ὦ δέσποιν, ἀποστήτω: τὸ γὰρ νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION