- ὅσον δὲ τῆς εὐνοίας τῆς πρὸς τὰς πατρίδας μέτεστιν τοῖς ὡς ἀληθῶς γνησίοις πολίταις μάθοι τις ἂν ἐκ τῶν αὐτοχθόνων οἱ μὲν γὰρ ἐπήλυδες καθάπερ νόθοι ῥᾳδίας ποιοῦνται τὰς μεταναστάσεις, τὸ μὲν τῆς πατρίδος ὄνομα μήτε εἰδότες μήτε στέργοντες, ἡγούμενοι δ ἁπανταχοῦ τῶν ἐπιτηδείων εὐπορήσειν, μέτρον εὐδαιμονίας τὰς τῆς γαστρὸς ἡδονὰς τιθέμενοι. (Lucian, Patriae Encomium, (no name) 10:1)
(루키아노스, Patriae Encomium, (no name) 10:1)
- ὥστε θᾶττον ἂν Ἐρεχθέα καὶ τὸν Κέκροπα ξένους ἀποφήναις καὶ ἐπήλυδας τῶν Ἀθηνῶν ἢ τὴν ἀποφράδα δείξειας οὐκ οἰκείαν καὶ αὐτόχθονα τῆς Ἀττικῆς. (Lucian, Pseudologista, (no name) 8:4)
(루키아노스, Pseudologista, (no name) 8:4)
- δεινὸν τόδ εἶπας, ξενοφονεῖν ἐπήλυδας. (Euripides, Iphigenia in Tauris, episode, iambic 5:5)
(에우리피데스, Iphigenia in Tauris, episode, iambic 5:5)
- - ὦ γῆς λοχεύμαθ, οὓς Ἄρης σπείρει ποτὲ λάβρον δράκοντος ἐξερημώσας γένυν, οὐ σκῆπτρα, χειρὸς δεξιᾶς ἐρείσματα, ἀρεῖτε καὶ τοῦδ ἀνδρὸς ἀνόσιον κάρα καθαιματώσεθ, ὅστις οὐ Καδμεῖος ὢν ἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν· (Euripides, Heracles, episode 3:1)
(에우리피데스, Heracles, episode 3:1)
- ἐλθὼν δ ἐς οἶκον ἀλλότριον ἔπηλυς ὢν γυναῖκά θ ὡς ἄτεκνον, ἣ κοινουμένη τὰς συμφοράς σοι πρόσθεν, ἀπολαχοῦσα νῦν αὐτὴ καθ αὑτὴν τὴν τύχην οἴσει πικρῶς, πῶς οὐχ ὑπ αὐτῆς εἰκότως μισήσομαι, ὅταν παραστῶ σοὶ μὲν ἐγγύθεν ποδός, ἣ δ οὖς ἄτεκνος τὰ σὰ φίλ εἰσορᾷ πικρῶς, κᾆτ ἢ προδοὺς σύ μ ἐς δάμαρτα σὴν βλέπῃς ἢ τἀμὰ τιμῶν δῶμα συγχέας ἔχῃς· (Euripides, Ion, episode, iambic 2:1)
(에우리피데스, Ion, episode, iambic 2:1)
- ἔπηλυς ἐν δήμῳ καταβιαζόμενος πρὸς τοὺς ἐγγενεῖς πολίτας· (Plutarch, Bruta animalia ratione uti, chapter, section 6 4:1)
(플루타르코스, Bruta animalia ratione uti, chapter, section 6 4:1)
- "οὐ γὰρ νῦν αἰτεῖ πρῶτον βωμὸν ὁ Ἔρως καὶ θυσίαν οὐδ ἔπηλυς ἔκ τινος βαρβαρικῆς δεισιδαιμονίας, ὥσπερ Ἄτται τινὲς καὶ Ἀδώνιοι λεγόμενοι, δι ἀνδρογύνων καὶ γυναικῶν παραδύεται κρύφα τιμὰς οὐ προσηκούσας καρπούμενος, ὥστε παρεισγραφῆς δίκην φεύγειν καὶ νοθείας τῆς ἐν θεοῖς. (Plutarch, Amatorius, section 13 2:5)
(플루타르코스, Amatorius, section 13 2:5)
- "ἑτέρα δ ἐστὶν οὐκ ἀθείαστος οὐδ οἰκογενής, ἀλλ ἔπηλυς ἐπίπνοια καὶ παρατροπὴ τοῦ λογιζομένου καὶ φρονοῦντος ἀρχὴν κρείττονος δυνάμεως ἀρχὴν ἔχουσα καὶ κίνησιν ἧς τὸ μὲν κοινὸν ἐνθουσιαστικὸν καλεῖται πάθος: (Plutarch, Amatorius, section 16 2:4)
(플루타르코스, Amatorius, section 16 2:4)