호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
δεινοὶ γὰρ ὄντεσ ὑπομεῖναι κρύη, καὶ τόποισ ἐντεθραμμένοι σκιεροῖσ, ὡσ λέλεκται, καὶ ψυχροῖσ, ἀνετρέποντο πρὸσ τὸ θάλποσ, ἱδρῶτά τε μετὰ ἄσθματοσ πολὺν ἐκ τῶν σωμάτων ἀφιέντεσ καὶ τοὺσ θυρεοὺσ προβαλλόμενοι πρὸ τῶν προσώπων, ἅτε δὴ καὶ μετὰ τροπὰσ θέρουσ τῆσ μάχησ γενομένησ, ἃσ ἄγουσι Ῥωμαῖοι πρὸ τριῶν ἡμερῶν τῆσ νουμηνίασ τοῦ νῦν μὲν Αὐγούστου, τότε δὲ Σεξτιλίου μηνόσ, ὤνησε δὲ καὶ πρὸσ τὸ θαρρεῖν ὁ κονιορτὸσ ἀποκρύψασ τοὺσ πολεμίουσ, οὐ γάρ κατεῖδον ἐκ πολλοῦ τὸ πλῆθοσ, ἀλλὰ δρόμῳ τοῖσ κατ’ αὑτοὺσ ἕκαστοι προσμείξαντεσ ἐν χερσὶν ἦσαν, ὑπὸ τῆσ ὄψεωσ μὴ προεκφοβηθέντεσ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기