Pausanias, Description of Greece, Ἀρκαδικά, chapter 2 2:

(파우사니아스, Description of Greece, Ἀρκαδικά, chapter 2 2:)

Λυκάων δὲ ὁ Πελασγοῦ τοσάδε εὑρ͂εν ἢ ὁ πατήρ οἱ σοφώτερα· Λυκόσουράν τε γὰρ πόλιν ᾤκισεν ἐν τῷ ὄρει τῷ Λυκαίῳ καὶ Δία ὠνόμασε Λυκαῖον καὶ ἀγῶνα ἔθηκε Λύκαια. οὐκέτι δὲ τὰ παρ’ Ἀθηναίοισ Παναθήναια τεθῆναι πρότερα ἀποφαίνομαι· τούτῳ γὰρ τῷ ἀγῶνι Ἀθήναια ὄνομα ἦν, Παναθήναια δὲ κληθῆναί φασιν ἐπὶ Θησέωσ, ὅτι ὑπὸ Ἀθηναίων ἐτέθη συνειλεγμένων ἐσ μίαν ἁπάντων πόλιν.

SEARCH

MENU NAVIGATION