호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ταῦτα ψηφισάμενοι τὸ μὲν ὑπὲρ τῆσ ἀγορᾶσ δόγμα εἰσ τὸν δῆμον ἐξήνεγκαν καὶ πάντων ἐπαινεσάντων ἐκύρωσαν. ἦν δὲ τοιόνδε· τὰσ τιμὰσ εἶναι τῶν ὠνίων τῶν πρὸσ τὸν καθ’ ἡμέραν βίον, αἵτινεσ ἐγένοντ’ ἐλάχισται πρὸ τῆσ ἐμφυλίου στάσεωσ. παρὰ δὲ τῶν δημάρχων πολλὰ λιπαρήσαντεσ τὴν μὲν ὁλοσχερῆ πάρεσιν οὐχ εὑρ́οντο, τὴν δ’ εἰσ χρόνον ὅσον ἠξίουν ἀναβολὴν ἔλαβον· αὐτοί τε προσεμηχανήσαντο διατριβὴν ἑτέραν ἀφορμῇ τοιᾷδε χρησάμενοι.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기