호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
κατιδὼν δ’ αὐτὸν ἀμηχανοῦντα Λεύκιοσ Ιοὔνιοσ Βροῦτοσ, ἐκεῖνοσ ὁ δημαγωγὸσ ὁ τεχνησάμενοσ, ἐφ’ οἷσ ἔσονται δικαίοισ αἱ διαλλαγαί, δεινὸσ ἀνὴρ τά τ’ ἄλλα καὶ πόρουσ εὑρεῖν ἐν ἀπόροισ, προσέρχεται μόνοσ μόνῳ καὶ ὑποτίθεται μὴ φιλονεικεῖν ἐγχειρήματι θερμῷ καὶ παρανόμῳ συναγωνιζόμενον, ὁρῶντα τούσ τε πατρικίουσ ἅπαντασ ἠρεθισμένουσ καὶ ἑτοίμουσ ὄντασ, εἰ κληθεῖεν ὑπὸ τῶν ὑπάτων, ἐπὶ τὰ ὅπλα χωρεῖν, τοῦ δὲ δήμου τὸ καρτερώτατον μέροσ ἐνδοιάζον καὶ οὐκ ἀγαπητῶσ δεχόμενον ἀνδρὸσ ἐπιφανεστάτου τῶν ἐν τῇ πόλει παράδοσιν ἐπὶ θανάτῳ καὶ ταῦτ’ ἀκρίτου.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기