호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκολούθωσ δὲ ταύτῃ τῇ μεγαλοπρεπείᾳ καὶ τῶν ἄλλων γενομένων κατὰ τὴν ἐκφορὰν τιμῶν τὸ τελευταῖον προσέταξεν ἅπασι θύειν Ἡφαιστίωνι θεῷ παρέδρῳ· καὶ γὰρ κατὰ τύχην ἧκεν εἷσ τῶν φίλων Φίλιπποσ, χρησμὸν φέρων παρ’ Ἄμμωνοσ θύειν Ἡφαιστίωνι θεῷ. διόπερ γενόμενοσ περιχαρὴσ ἐπὶ τῷ καὶ τὸν θεὸν κεκυρωκέναι τὴν αὐτοῦ γνώμην πρῶτοσ τὴν θυσίαν ἐπετέλεσεν καὶ τὸ πλῆθοσ λαμπρῶσ ὑπεδέξατο, μύρια τὸν ἀριθμὸν θύσασ ἱερεῖα παντοδαπά.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기