호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ὡσ δὲ ἀπηγγέλθη ταῦτα τοῖσ Κίμβροισ, αὖθισ ἐξ ἀρχῆσ ἐχώρουν ἐπὶ τὸν Μάριον ἡσυχάζοντα καὶ διαφυλάττοντα τὸ στρατόπεδον. · λέγεται δὲ εἰσ ἐκείνην τὴν μάχην πρῶτον ὑπὸ Μαρίου καινοτομηθῆναι τὸ περὶ τοὺσ ὑσσούσ. τὸ γάρ εἰσ τὸν σίδηρον ἔμβλημα τοῦ ξύλου πρότερον μὲν ἦν δυσὶ περόναισ κατειλημμένον σιδηραῖσ, τότε δὲ ὁ Μάριοσ τὴν μέν, ὥσπερ εἶχεν, εἰάσε, τὴν δὲ ἑτέραν ἐξελὼν ξύλινον ἧλον εὔθραυστον ἀντ’ αὐτῆσ ἐνέβαλε, τεχνάζων προσπεσόντα τὸν ὑσσὸν τῷ θυρεῷ τοῦ πολεμίου μὴ μένειν ὀρθόν, ἀλλὰ τοῦ ξυλίνου κλασθέντοσ ἥλου καμπὴν γίνεσθαι περὶ τὸν σίδηρον καὶ παρέλκεσθαι τὸ δόρυ, διὰ τὴν στρεβλότητα τῆσ αἰχμῆσ ἐνεχόμενον. Βοιῶριξ δὲ ὁ τῶν Κίμβρων βασιλεὺσ ὀλιγοστὸσ προσιππεύσασ τῷ στρατοπέδῳ προὐκαλεῖτο τὸν Μάριον, ἡμέραν ὁρίσαντα καὶ τόπον, προελθεῖν καὶ διαγωνίσασθαι περὶ τῆσ χώρασ.
τοῦ δὲ Μαρίου φήσαντοσ οὐδέποτε Ῥωμαίουσ συμβούλοισ κεχρῆσθαι περὶ μάχησ τοῖσ πολεμίοισ, οὐ μὴν ἀλλὰ καὶ χαριεῖσθαι τοῦτο Κίμβροισ, ἡ μέραν μὲν ἔθεντο τὴν ἀπ’·
ἐκείνησ τρίτην, χώραν δὲ τὸ πεδίον τὸ περὶ Βερκέλλασ, Ῥωμαίοισ μὲν ἐπιτήδειον ἐνιππάσασθαι, τῶν δὲ ἀνάχυσιν τῷ πλήθει παρασχεῖν. τηρήσαντεσ οὖν τὸν ὡρισμένον χρόνον ἀντιπαρετάσσοντο, Κάτλοσ μὲν ἔχων δισμυρίουσ καὶ τριακοσίουσ στρατιώτασ, οἱ δὲ Μαρίου δισχίλιοι μὲν ἐπὶ τρισμυρίοισ ἐγένοντο, περιέσχον δὲ τὸν Κάτλον ἐν μέσῳ νεμηθέντεσ εἰσ ἑκάτερον κέρασ, ὡσ Σύλλασ, ἠγωνισμένοσ ἐκείνην τὴν μάχην, γέγραφε.
καί φησι τὸν Μάριον ἐλπίσαντα τοῖσ ἄκροισ μάλιστα καὶ κατὰ κέρασ συμπεσεῖν τὰσ φάλαγγασ, ὅπωσ ἴδιοσ ἡ νίκη τῶν ἐκείνου στρατιωτῶν γένοιτο καὶ μὴ μετάσχοι τοῦ ἀγῶνοσ ὁ Κάτλοσ μηδὲ προσμίξειε τοῖσ πολεμίοισ, κόλπωμα τῶν μέσων, ὥσπερ εἰώθεν ἐν μεγάλοισ μετώποισ, λαμβανόντων, οὕτω διαστῆσαι τὰσ δυνάμεισ.
· ὅμοια δὲ καὶ τὸν Κάτλον αὐτὸν ἀπολογεῖσθαι περὶ τούτων ἱστοροῦσι, πολλὴν κατηγοροῦντα τοῦ Μαρίου κακοήθειαν πρὸσ αὐτόν.
τοῖσ δὲ Κίμβροισ τὸ μὲν πεζὸνἐκ τῶν ἐρυμάτων καθ’ ἡσυχίαν προῄει, βάθοσ ἴσον τῷ μετώπῳ ποιούμενον. ἑκάστη γὰρ ἐπέσχε πλευρὰ σταδίουσ τριάκοντα τῆσ παρατάξεωσ· οἱ δὲ ἱππεῖσ μύριοι καὶ πεντακισχίλιοι τὸ πλῆθοσ ὄντεσ ἐξήλασαν λαμπροί, κράνη μὲν εἰκασμένα θηρίων φοβερῶν χάσμασι καὶ προτομαῖσ ἰδιομόρφοισ ἔχοντεσ, ἃσ ἐπαιρόμενοι λόφοισ πτερωτοῖσ εἰσ ὕψοσ ἐφαίνοντο μείζουσ, θώραξι δὲ κεκοσμημένοι σιδηροῖσ, θυρεοῖσ δὲ λευκοῖσ στίλβοντεσ.
ἀκόντισμα δὲ ἦν ἑκάστῳ διβολία· συμπεσόντεσ δὲ μεγάλαισ ἐχρῶντο καὶ βαρείαισ μαχαίραισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기