호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
σώζονταί τε δὴ πρὸσ τὴν νῆσον οἱ παῖδεσ τὴν Λεύκοφρυν καὶ ὄνομα ἡ νῆσοσ τὸ νῦν ἔσχεν ἀπὸ τοῦ Τέννου. Κύκνοσ δὲ ‐ οὐ γὰρ τὸν πάντα ἔμελλε χρόνον ἀγνοήσειν ἀπατώμενοσ ‐ ἔπλει παρὰ τὸν υἱὸν ἄγνοιάν τε ὁμολογήσων τὴν αὑτοῦ καὶ παραιτησόμενοσ τὸ ἁμάρτημα· προσορμισαμένου δὲ τῇ νήσῳ καὶ ἐξάψαντοσ ἀπὸ τῆσ νεὼσ πρόσ τινα ἢ πέτραν ἢ δένδρον τοὺσ κάλουσ, Τέννησ πελέκει σφᾶσ ἀπέκοψεν ὑπὸ τοῦ θυμοῦ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기