호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Σαφῶσ νῦν μανθάνω· δύο γὰρ φὴσ ἔτεκεν ἡ Ἀλκμήνη κατὰ τὸ αὐτὸ Ἡρακλέασ, τὸν μὲν ὑπ̓ Ἀμφιτρύωνι, τὸν δὲ παρὰ τοῦ Διόσ, ὥστε ἐλελήθειτε δίδυμοι ὄντεσ ὁμομήτριοι. Οὔκ, ὦ μάταιε· ὁ γὰρ αὐτὸσ ἄμφω ἦμεν. Οὐκ ἔστι μαθεῖν τοῦτο ῥᾴδιον, συνθέτουσ δύο ὄντασ Ἡρακλέασ, ἐκτὸσ εἰ μὴ ὥσπερ ἱπποκένταυρόσ τισ ἦτε ἐσ ἓν συμπεφυκότεσ ἄνθρωποσ καὶ θεόσ. Οὐ γὰρ καὶ πάντεσ οὕτω σοι δοκοῦσι συγκεῖσθαι ἐκ δυεῖν, ψυχῆσ καὶ σώματοσ;

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기