호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Μεγαλοπολίταισ δὲ διὰ τῶν ἐπὶ τὸ ἕλοσ ὀνομαζομένων πυλῶν, διὰ τούτων ὁδεύουσιν ἐσ Μαίναλον παρὰ τὸν ποταμὸν τὸν Ἑλισσόντα ἔστι τῆσ ὁδοῦ ἐν ἀριστερᾷ Ἀγαθοῦ θεοῦ ναόσ· εἰ δὲ ἀγαθῶν οἱ θεοὶ δοτῆρέσ εἰσιν ἀνθρώποισ, Ζεὺσ δὲ ὕπατοσ θεῶν ἐστιν, ἑπόμενοσ ἄν τισ τῷ λόγῳ τὴν ἐπίκλησιν ταύτην Διὸσ τεκμαίροιτο εἶναι. προελθόντι δὲ οὐ πολὺ ἔστι μὲν γῆσ χῶμα Ἀριστοδήμου τάφοσ, ὃν οὐδὲ τυραννοῦντα ἀφείλοντο μὴ ἐπονομάσαι Χρηστόν, ἔστι δὲ Ἀθηνᾶσ ἱερὸν ἐπίκλησιν Μαχανίτιδοσ, ὅτι βουλευμάτων ἐστὶν ἡ θεὸσ παντοίων καὶ ἐπιτεχνημάτων εὑρέτισ.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기