호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
νεκροὶ δὲ ὁ μὲν γυμνὸσ Πῆλισ ὄνομα ἐπὶ τὸν νῶτόν ἐστιν ἐρριμμένοσ, ὑπὸ δὲ τὸν Πῆλιν Ηιὀνεύσ τε κεῖται καὶ Ἄδμητοσ ἐνδεδυκότεσ ἔτι τοὺσ θώρακασ· καὶ αὐτῶν Λέσχεωσ Ηιὀνέα ὑπὸ Νεοπτολέμου, τὸν δὲ ὑπὸ Φιλοκτήτου φησὶν ἀποθανεῖν τὸν Ἄδμητον. ἄλλοι δὲ ἀνωτέρω τούτων ὑπὸ μὲν τὸ λουτήριον Λεώκριτόσ ἐστιν ὁ Πουλυδάμαντοσ τεθνεὼσ ὑπὸ Ὀδυσσέωσ, ὑπὲρ δὲ Ηιὀνέα τε καὶ Ἄδμητον Κόροιβοσ ὁ Μύγδονοσ· τούτου μνῆμά τε ἐπιφανὲσ ἐν ὁρ́οισ πεποίηται Φρυγῶν Στεκτορηνῶν καὶ ἀπ’ αὐτοῦ ποιηταῖσ Μύγδονασ ὄνομα ἐπὶ τοῖσ Φρυξὶ τίθεσθαι καθέστηκεν. ἀφίκετο μὲν δὴ ἐπὶ τὸν Κασσάνδρασ ὁ Κόροιβοσ γάμον, ἀπέθανε δέ, ὡσ μὲν ὁ πλείων λόγοσ, ὑπὸ Νεοπτολέμου, Λέσχεωσ δὲ ὑπὸ Διομήδουσ ἐποίησεν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기