Pausanias, Description of Greece, Ἀρκαδικά, chapter 10 2:

(파우사니아스, Description of Greece, Ἀρκαδικά, chapter 10 2:)

ἐσ Ἀρκαδίαν δὲ τὴν ἄλλην εἰσὶν ἐκ Μαντινείασ ὁδοί· ὁπόσα δὲ ἐφ’ ἑκάστησ αὐτῶν μάλιστα ἦν θέασ ἄξια, ἐπέξειμι καὶ ταῦτα. ἰόντι ἐσ Τεγέαν ἐστὶν ἐν ἀριστερᾷ τῆσ λεωφόρου παρὰ τοῖσ Μαντινέων τείχεσι χωρίον ἐσ τῶν ἵππων τὸν δρόμον καὶ οὐ πόρρω τούτου στάδιον, ἔνθα ἐπὶ τῷ Ἀντίνῳ τὸν ἀγῶνα τιθέασιν. ὑπὲρ δὲ τοῦ σταδίου τὸ ὄροσ ἐστὶ τὸ Ἀλήσιον, διὰ τὴν ἄλην ὥσ φασι καλούμενον τὴν Ῥέασ, καὶ Δήμητροσ ἄλσοσ ἐν τῷ ὄρει.

SEARCH

MENU NAVIGATION