- 텍스트

Plutarch, Demetrius, chapter 45

(플루타르코스, Demetrius, chapter 45)

οὕτω δὲ τοῦ Δημητρίου τῶν πραγμάτων ἐκπεσόντος καὶ καταφυγόντος εἰς Κασάνδρειαν, ἡ γυνὴ Φίλα περιπαθὴς γενομένη προσιδεῖν μὲν οὐχ ὑπέμεινεν αὖθις ἰδιώτην καὶ φυγάδα τὸν τλημονέστατον βασιλέων Δημήτριον, ἀπειπαμένη δὲ πᾶσαν ἐλπίδα καὶ μισήσασα τὴν τύχην αὐτοῦ βεβαιοτέραν ἐν τοῖς κακοῖς οὖσαν ἢ τοῖς ἀγαθοῖς, πιοῦσα φάρμακον ἀπέθανε.? Δημήτριος δὲ ἔτι τῶν λοιπῶν ναυαγίων ἔχεσθαι διανοηθεὶς ἀπῆρεν εἰς τὴν Ἑλλάδα καὶ τοὺς ἐκεῖ στρατηγοὺς καὶ φίλους συνῆγεν. ἣν οὖν ὁ Σοφοκλέους Μενέλαος εἰκόνα ταῖς αὑτοῦ τύχαις παρατίθησιν, ἀλλ οὑμὸς ἀεὶ πότμος ἐν πυκνῷ θεοῦ τροχῷ κυκλεῖται καὶ μεταλλάσσει φύσιν, ὥσπερ σελήνης δ ὄψις εὐφρόνας δύο στῆναι δύναιτ ἂν οὔποτ ἐν μορφῇ μιᾷ, ἀλλ ἐξ ἀδήλου πρῶτον ἔρχεται νέα πρόσωπα καλλύνουσα καὶ πληρουμένη, χὥτανπερ αὑτῆς εὐγενεστάτη φανῇ, πάλιν διαρρεῖ κεἰς τὸ μηδὲν ἔρχεται, ταύτῃ μᾶλλον ἄν τις ἀπεικάσαι τὰ Δημητρίου πράγματα καὶ τὰς περὶ αὐτὸν αὐξήσεις καὶ φθίσεις καὶ ἀναπληρώσεις καὶ ταπεινότητας, οὗ γε καὶ τότε παντάπασιν ἀπολείπειν καὶ κατασβέννυσθαι δοκοῦντος ἀνέλαμπεν αὖθις ἡ ἀρχή, καὶ δυνάμεις τινὲς ἐπιρρέουσαι κατὰ μικρὸν ἀνεπλήρουν τὴν ἐλπίδα.

καὶ τό γε πρῶτον ἰδιώτης καὶ τῶν βασιλικῶν κοσμίων ἔρημος ἐπεφοίτα ταῖς πόλεσι, καί τις αὐτὸν ἐν Θήβαις τοιοῦτον θεασάμενος ἐχρήσατο τοῖς Εὐριπίδου στίχοις οὐκ ἀηδῶς:

μορφὴν ἀμείψας ἐκ θεοῦ βροτησίαν πάρεστι Δίρκης νάματ Ἰσμηνοῦ θ ὕδωρ.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION