- 텍스트

Plutarch, Demetrius, chapter 42

(플루타르코스, Demetrius, chapter 42)

οὐ μόνον δὲ τούτοις τοῖς θεάμασιν ἐλύπει τοὺς ἀνθρώπους ἀήθεις ὄντας, ἀλλὰ καὶ τρυφὴν καὶ δίαιταν ἐβαρύνοντο:? καὶ μάλιστα δὴ τὸ δυσόμιλον αὐτοῦ καὶ δυσπρόσοδον. ἢ γὰρ οὐ παρεῖχε καιρὸν ἐντυχεῖν, ἢ χαλεπὸς ἦν καὶ τραχὺς ἐντυγχάνουσιν. Ἀθηναίων μὲν γάρ, περὶ οὓς ἐσπουδάκει μάλιστα τῶν Ἑλλήνων, ἔτη δύο πρεσβείαν κατέσχεν: ἐκ Λακεδαίμονος δὲ ἑνὸς πρεσβευτοῦ παραγενομένου καταφρονεῖσθαι δοκῶν ἠγανάκτησεν. "τί σὺ λέγεις·

"ἕνα Λακεδαιμόνιοι πρεσβευτὴν ἔπεμψαν· "ὦ βασιλεῦ, πρὸς ἕνα. δόξαντος δὲ αὐτοῦ ποτε δημοτικώτερον ἐξελαύνειν, καὶ πρὸς ἔντευξιν ἔχειν οὐκ ἀηδῶς, σννέδραμόν τινες ἐγγράφους ἀξιώσεις ἀναδιδόντες. δεξαμένου δὲ πάσας καὶ τῇ χλαμύδι συλλαβόντος ἥσθησαν οἱ ἄνθ ρωποι καὶ παρηκολούθουν: ὡς δὲ ἦλθεν ἐπὶ τὴν τοῦ Ἀξιοῦ γέφυραν, ἀναπτύξας τὴν χλαμύδα πάσας εἰς τὸν ποταμὸν ἐξέρριψε. καὶ τοῦτο δὴ δεινῶς ἠνίασε τοὺς Μακεδόνας ὑβρίζεσθαι δοκοῦντας, οὐ βασιλεύεσθαι, καὶ Φιλίππου μνημονεύοντας, ἢ τῶν μνημονευόντων ἀκούοντας, ὡς μέτριος ἦν περὶ ταῦτα καὶ κοινός.

δηχθεὶς σφόδρα καὶ πρὸς τούτῳ γενόμενος ἀνέστρεψεν εἰς τὴν οἰκίαν, καὶ πάντα ποιησάμενος ὕστερα, τοῖς ἐντυχεῖν βουλομένοις, ἀρξάμενος ἀπὸ τῆς πρεσβύτιδος ἐκείνης, ἐπὶ πολλὰς ἡμέρας ἐσχόλασεν.

οὐδὲν γὰρ οὕτως βασιλεῖ προσῆκον ὡς τὸ τῆς δίκης ἔργον.

Ἄρης μὲν γὰρ τύραννος, ὥς φησι Τιμόθεος, νόμος δὲ πάντων βασιλεὺς κατὰ Πίνδαρόν ἐστι: καὶ τοὺς βασιλεῖς Ὅμηρός φησιν οὐχ ἑλεπόλεις οὐδὲ ναῦς χαλκήρεις, ἀλλὰ θέμιστας παρὰ τοῦ Διὸς λαμβάνοντας ῥύεσθαι καὶ φυλάσσειν, καὶ τοῦ Διὸς οὐ τὸν πολεμικώτατον οὐδὲ τὸν ἀδικώτατον καὶ φονικώτατον τῶν βασιλέων, ἀλλὰ τὸν δικαιότατον ὀαριστὴν καὶ μαθητὴν προσηγόρευκεν. ἀλλὰ Δημήτριος ἔχαιρε τῷ βασιλεῖ τῶν θεῶν ἀνομοιοτάτην ἐπιγραφόμενος προσωνυμίαν:

ὁ μὲν γὰρ Πολιεὺς καὶ Πολιοῦχος, ὁ δὲ Πολιορκητὴς ἐπίκλησιν ἔσχεν. οὕτως ἐπὶ τὴν τοῦ καλοῦ χώραν τὸ αἰσχρὸν ὑπὸ δυνάμεως ἀμαθοῦς ἐπελθὸν συνῳκείωσε τῇ δόξῃ τὴν ἀδικίαν.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION