- 텍스트

Plutarch, Demetrius, chapter 10

(플루타르코스, Demetrius, chapter 10)

ἐπεὶ δὲ πάλιν ἐπανελθὼν πρὸς τὴν Μουνυχίαν καὶ στρατοπεδεύσας ἐξέκοψε τὴν φρουρὰν καὶ κατέσκαψε τὸ φρούριον, οὕτως ἤδη τῶν Ἀθηναίων δεχομένων καὶ καλούντων παρελθὼν εἰς τὸ ἄστυ καὶ συναγαγὼν τὸν δῆμον ἀπέδωκε τὴν πάτριον πολιτείαν:? καὶ προσυπέσχετο παρὰ τοῦ πατρὸς αὐτοῖς ἀφίξεσθαι σίτου πεντεκαίδεκα μυριάδας μεδίμνων καὶ ξύλων ναυπηγησίμων πλῆθος εἰς ἑκατὸν τριήρεις. Ἀθηναῖοι δὲ ἀπολαβόντες τὴν δημοκρατίαν ἔτει πεντεκαιδεκάτῳ, τὸν δὲ μέσον χρόνον ἀπὸ τῶν Λαμιακῶν καὶ τῆς περὶ Κραννῶνα μάχης λόγῳ μὲν ὀλιγαρχικῆς, ἔργῳ δὲ μοναρχικῆς καταστάσεως γενομένης διὰ τὴν τοῦ Φαληρέως δύναμιν, οὕτω λαμπρὸν ἐν ταῖς εὐεργεσίαις καὶ μέγαν φανέντα τὸν Δημήτριον ἐπαχθῆ καὶ βαρὺν ἐποίησαν τῶν τιμῶν ταῖς ἀμετρίαις ἃς ἐψηφίσαντο.

πρῶτοι μὲν γὰρ ἀνθρώπων ἁπάντων τὸν Δημήτριον καὶ Ἀντίγονον βασιλεῖς ἀνηγόρευσαν, ἄλλως ἀφοσιουμένους τοὔνομα, καὶ τοῦτο δὴ μόνον τῶν βασιλικῶν ἔτι τοῖς ἀπὸ Φιλίππου καὶ Ἀλεξάνδρου περιεῖναι δοκοῦν ἄθικτον ἑτέροις καὶ ἀκοινώνητον:

μόνοι δὲ σωτῆρας ἀνέγραψαν θεούς, καὶ τὸν ἐπώνυμον καὶ πάτριον ἄρχοντα καταπαύσαντες ἱερέα σωτήρων ἐχειροτόνουν καθ ἕκαστον ἐνιαυτόν: καὶ τοῦτον ἐπὶ τῶν ψηφισμάτων καὶ τῶν συμβολαίων προέγραφον. ἐνυφαίνεσθαι δὲ τῷ πέπλῳ μετὰ τῶν θεῶν αὐτοὺς ἐψηφίσαντο:

καὶ τὸν τόπον ὅπου πρῶτον ἀπέβη τοῦ ἁρ´ματος, καθιερώσαντες καὶ βωμὸν ἐπιθέντες Δημητρίου Καταιβάτου προσηγόρευσαν: ταῖς δὲ φυλαῖς δύο προσέθεσαν, Δημητριάδα καὶ Ἀντιγονίδα, καὶ τὴν βουλὴν τῶν πεντακοσίων πρότερον ἑξακοσίων ἐποίησαν, ἅτε δὴ φυλῆς ἑκάστης πεντήκοντα βουλευτὰς παρεχομένης.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION