- 텍스트

Plutarch, Demetrius, chapter 3

(플루타르코스, Demetrius, chapter 3)

ἦν μὲν οὖν καὶ φιλοπάτωρ διαφερόντως:? τῇ δὲ περὶ τὴν μητέρα σπουδῇ καὶ τὸν πατέρα τιμῶν ἐφαίνετο δἰ εὔνοιαν ἀληθινὴν μᾶλλον ἢ θεραπείαν τῆς δυνάμεως. καί ποτε πρεσβείᾳ τινὶ τοῦ Ἀντιγόνου σχολάζοντος ἀπὸ θήρας ὁ Δημήτριος ἐπέστη: καὶ προσελθὼν τῷ πατρὶ καὶ φιλήσας, ὥσπερ εἶχε τὰς βολίδας, ἐκάθισε παρ αὐτόν. ὡς ἰσχύν τινα πραγμάτων βασιλικῶν καὶ δυνάμεως ἐπίδειξιν οὖσαν τὴν πρὸς υἱὸν ὁμόνοιαν καὶ πίστιν.

οὕτως ἄρα πάντη δυσκοινώνητον ἡ ἀρχή, καὶ μεστὸν ἀπιστίας καὶ δυσνοίας, ὥστε ἀγάλλεσθαι τὸν μέγιστον τῶν Ἀλεξάνδρου διαδόχων καὶ πρεσβύτατον ὅτι μὴ φοβεῖται τὸν υἱόν, ἀλλὰ προσίεται τὴν λόγχην ἔχοντα τοῦ σώματος πλησίον.

οὐ μὴν ἀλλὰ καὶ μόνος, ὡς εἰπεῖν, ὁ οἶκος οὗτος ἐπὶ πλείστας διαδοχὰς τῶν τοιούτων κακῶν ἐκαθάρευσε, μᾶλλον δὲ εἷς μόνος τῶν ἀπ Ἀντιγόνου Φίλιππος ἀνεῖλεν υἱόν. αἱ δὲ ἄλλαι σχεδὸν ἅπασαι διαδοχαὶ πολλῶν μὲν ἔχουσι παίδων, πολλῶν δὲ μητέρων φόνους καὶ γυναικῶν:

τὸ μὲν γὰρ ἀδελφοὺς ἀναιρεῖν, ὥσπερ οἱ γεωμέτραι τὰ αἰτήματα λαμβάνουσιν, οὕτω συνεχωρεῖτο κοινόν τι νομιζόμενον αἴτημα καὶ βασιλικὸν ὑπὲρ ἀσφαλείας.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION