호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
τοιαύτη δὲ τισ ἦν, ὡσ ἐοίκε, τοῦ ἀνδρὸσ ἡ τῶν λόγων σειρὴν καὶ χάρισ, ὥστε ἀρξαμένου λέγειν καὶ παραιτεῖσθαι τὸν θάνατον ἅψασθαι μὲν οὐδεὶσ ἐτόλμησεν οὐδὲ ἀντιβλέψαι, κάτω δὲ κύψαντεσ ἐδάκρυον ἅπαντεσ, διατριβῆσ δὲ γενομένησ ἀναβὰσ ὁ Ἄννιοσ ὁρᾷ τὸν μὲν Ἀντώνιον διαλεγόμενον, τοὺσ δὲ στρατιώτασ ἐκπεπληγμένουσ καὶ κατακεκηλημένουσ ὑπ’ αὐτοῦ· κακίσασ οὖν ἐκείνουσ καὶ προσδραμὼν αὐτὸσ ἀποτέμνει τὴν κεφαλήν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기