호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἀκούσασ οὖν ἐκεῖνοσ ἐκκραγεῖν λέγεται μέγα καὶ ταῖσ χερσὶν ὑφ’· ἡδονῆσ ἀνακροτῆσαι· καὶ μικροῦ μὲν ἐδέησεν ἐξαναστὰσ αὐτὸσ ἐπὶ τὸν τόπον φέρεσθαι, τῶν δὲ φίλων κατασχόντων Ἄννιον ἔπεμπε καὶ στρατιώτασ μετ’ αὐτοῦ κελεύσασ κατὰ τάχοσ τὴν κεφαλὴν τοῦ Ἀντωνίου κομίζειν. ὡσ οὖν ἧκον ἐπὶ τὴν οἰκίαν, ὁ μὲν Ἄννιοσ ὑπέστη παρὰ τὰσ θύρασ, οἱ δὲ στρατιῶται διὰ κλιμάκων ἀναβάντεσ εἰσ τὸ δωμάτιον καὶ θεασάμενοι τὸν Ἀντώνιον ἄλλοσ ἄλλον ἐπὶ τὴν σφαγὴν ἀνθ’ ἑαυτοῦ παρεκάλει καὶ προὐβάλλετο.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기