호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
Ὀκτάβιον δὲ Χαλδαῖοι καὶ θύται τινὲσ καὶ σιβυλλισταὶ πείσαντεσ ἐν Ῥώμῃ κατέσχον, ὡσ εὖ γενησομένων. ὁ γὰρ ἀνήρ οὗτοσ δοκεῖ, τἆλλα Ῥωμαίων εὐγνωμονέστατοσ γενόμενοσ καὶ μάλιστα δὴ τὸ πρόσχημα τῆσ ὑπατείασ ἀκολάκευτον ἐπὶ τῶν πατρίων ἐθῶν καὶ νόμων ὥσπερ διαγραμμάτων ἀμεταβόλων διαφυλάξασ, ἀρρωστίᾳ τῇ περὶ ταῦτα χρήσασθαι, πλείονα συνὼν χρόνον ἀγύρταισ καὶ μάντεσιν ἢ πολιτικοῖσ καὶ πολεμικοῖσ ἀνδράσιν.

이 저작물은 크리에이티브 커먼즈 저작자표시-비영리 4.0 국제 라이선스에 따라 이용할 수 있습니다.
bab2min@gmail.com
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기