호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
βουλευομένοις δὲ τοῖς ἄρχουσι καὶ συνέδροις τῶν Μιντουρνησίων ἔδοξε μὴ μέλλειν, ἀλλὰ διαχρήσασθαι τὸν ἄνδρα.? καὶ τῶν μὲν πολιτῶν οὐδεὶς ὑπέστη τὸ ἔργον, ἱππεὺς δὲ Γαλάτης τὸ γένος ἢ Κίμβρος ἀμφοτέρως γὰρ ἱστορεῖται λαβών ξίφος ἐπεισῆλθεν αὐτῷ. "σὺ δὴ τολμᾷς, ἄνθρωπε, Γάιον Μάριον ἀνελεῖν ·
"οὐ δύναμαι Γάϊον Μάριον ἀποκτεῖναι. πάντας οὖν ἔκπληξις ἔσχεν, εἶτα οἶκτος καὶ μετάνοια τῆς γνώμης καὶ κατάμεμψις ἑαυτῶν ὡς βούλευμα βεβουλευκότων ἄνομον καὶ ἀχάριστον ἐπ ἀνδρὶ σωτῆρι τῆς Ἰταλίας, ᾧ μὴ βοηθῆσαι δεινὸν ἦν.
"ἲτω δοὖν ὅπῃ χρῄζει φυγάς ἀνατλησόμενος ἀλλαχόθι τὸ μεμορμένον. "ἡμεῖς δὲ εὐχώμεθα μὴ νεμεσῆσαι θεοὺς Μάριον ἄπορον καὶ γυμνὸν ἐκ τῆς πόλεως ἐκβαλοῦσιν. ὑπὸ τοιούτων λογισμῶν εἰσπεσόντες ἀθρόοι καὶ περισχόντες αὐτὸν ἐξῆγον ἐπὶ τὴν θάλασσαν, ἄλλου δὲ ἄλλο τι προθύμως ὑπηρετοῦντος καὶ σπευδόντων ἁπάντων ἐγίνετο τριβὴ τοῦ χρόνου. τὸ γάρ τῆς λεγομένης Μαρίκας ἄλσος, ὃ σέβονται καὶ παραφυλάττουσι μηθὲν ἐκεῖθεν ἐκκομισθῆναι τῶν εἰσκομισθέντων, ἐμποδὼν ἦν τῆς ἐπὶ θάλασσαν ὁδοῦ, καὶ κύκλῳ περιιόντας ἔδει βραδύνειν, ἄχρι οὗ τῶν πρεσβυτέρων τις ἐκβοήσας ἔφη μηδεμίαν ἄβατον μηδ:
ἀπόρεντον ὁδὸν εἶναι δι ἧς σῴζεται Μάριος, καὶ πρῶτος αὐτὸς λαβών τι τῶν κομιζομένων ἐπὶ ναῦν διὰ τοῦ τόπου διεξῆλθε.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기