- 텍스트

Plutarch, Caius Marius, chapter 35 2:

(플루타르코스, Caius Marius, chapter 35 2:)

αὐτὸς δὲ μὴ μέλλων ἑξακοσίους μὲν εἶχε περὶ αὑτὸν τῶν ἱππικῶν οἱο῀ν δορυφόρους, καὶ τούτους ἀντισύγκλητον ὠνόμαζεν, ἐπελθὼν δὲ μεθ ὅπλων ἐκκλησιάζουσι τοῖς ὑπάτοις τοῦ μὲν ἑτέρου φυγόντος ἐξ ἀγορᾶς τὸν υἱὸν ἐγκαταλαβὼν ἀπέσφαξε, Σύλλας δὲ παρὰ τὴν οἰκίαν τοῦ Μαρίου διωκόμενος, οὐδενὸς ἂν προσδοκήσαντος, εἰσέπεσε:? καὶ τοὺς μὲν διώκοντας ἔλαθε δρόμῳ παρενεχθέντας, ὑπ αὐτοῦ δὲ Μαρίου λέγεται κατὰ θύρας ἑτέρας ἀσφαλῶς ἀποπεμφθεὶς διεκπεσεῖν εἴς τὸ στρατόπεδον.?

일치하는 문장이 없습니다.

SEARCH

MENU NAVIGATION