호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
ἐπεὶ δὲ ἤδη τῶν Ἰταλῶν ἐγκεκλικότων ἐμνηστεύοντο πολλοὶ τὸν Μιθριδατικὸν πόλεμον ἐν Ῥώμῃ διὰ τῶν δημαγωγῶν, παρὰ πᾶσαν ἐλπίδα Σουλπίκιος δήμαρχος, ἀνήρ θρασύτατος, παραγαγὼν Μάριον ἀπεδείκνυεν ἀνθύπατον στρατηγὸν ἐπὶ Μιθριδάτην.? καὶ γάρ ἦν ἐκεῖ περὶ Μισηνοὺς τῷ Μαρίῳ πολυτελὴς οἰκία, τρυφὰς ἔχουσα καὶ διαίτας θηλυτέρας ἢ κατ ἄνδρα πολέμων τοσούτων καὶ στρατειῶν αὐτουργόν.
ταύτην λέγεται μυριάδων ἑπτὰ ἡμίσους Κορνηλία πρίασθαι χρόνου δ᾿ οὐ πάνυ πολλοῦ γενομένου Λεύκιος Λεύκολλος ὠνεῖται μυριάδων πεντήκοντα καὶ διακοσίων οὕτως ταχέως ἀνέδραμεν ἡ πολυτέλεια καὶ τοσαύτην ἐπίδοσιν τὰ πράγματα πρὸς τρυφὴν ἔλαβεν. οὐ μὴν ἀλλὰ Μάριος φιλοτίμως πάνυ καὶ μειρακιωδῶς ἀποτριβόμενος τὸ γῆρας καὶ τὴν ἀσθένειαν ὁσημέραι κατέβαινεν εἰς τὸ πεδίον, καὶ μετὰ τῶν νεανίσκων γυμναζόμενος ἐπεδείκνυε τὸ σῶμα κοῦφον μὲν ὅπλοις, ἔποχον δὲ ταῖς ἱππασίαις, καίπερ οὐκ εὐσταλὴς γεγονώς ἐν γήρᾳ τὸν ὄγκον, ἀλλ εἰς σάρκα περιπληθῆ καὶ βαρεῖαν ἐνδεδωκώς.
ἐνίοις μὲν οὖν ἤρεσκε ταῦτα πράττων, καὶ κατιόντες ἐθεῶντο τὴν φιλοτιμίαν αὐτοῦ καὶ τὰς ἁμίλλας, τοῖς δὲ βελτίστοις ὁρῶσιν οἰκτείρειν ἐπῄει τὴν πλεονεξίαν καὶ τὴν φιλοδοξίαν, ὅτι πλουσιώτατος ἐκ πένητος καὶ μέγιστος ἐκ μικροῦ γεγονώς ὁρ´ον οὐκ οἶδεν εὐτυχίας, οὐδὲ θαυμαζόμενος ἀγαπᾷ καὶ ἀπολαύων ἐν ἡσυχίᾳ τῶν παρόντων, ἀλλ ὥσπερ ἐνδεὴς ἁπάντων εἰς Καππαδοκίαν καὶ τὸν Εὔξεινον Πόντον ἄρας ἐκ θριάμβων καὶ δόξης ἐκφέρει τοσοῦτον γῆρας, Ἀρχελάῳ καὶ Νεοπτολέμῳ τοῖς Μιθριδάτου σατράπαις διαμαχούμενος.
αἱ δὲ πρὸς ταῦτα τοῦ Μαρίου δικαιολογίαι παντάπασιν ἐφαίνοντο ληρώδεις:
ἔφη γάρ ἐθέλειν τὸν υἱὸν ἀσκῆσαι παρὼν αὐτὸς ἐπὶ στρατείας.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기