호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
οὗτος ὁ πόλεμος τοῖς πάθεσι ποικίλος γενόμενος καὶ ταῖς τύχαις πολυτροπώτατος ὅσον Σύλλᾳ προσέθηκε δόξης καὶ δυνάμεως, τοσοῦτον ἀφεῖλε Μαρίου, βραδὺς γάρ ἐφάνη ταῖς ἐπιβολαῖς, ὄκνου τε περὶ πάντα καὶ μελλήσεως ὑπερέβαλλεν᾿,, εἴτε τοῦ γήρως τὸ δραστήριον ἐκεῖνο καὶ θερμὸν ἐν αὐτῷ κατασβεννύντος ἑξηκοστὸν γάρ ἤδη καὶ πέμπτον ἔτος ὑπερέβαλλεν, εἴτε, ὡς αὐτὸς ἔλεγε, περὶ νεῦρα γεγονὼς νοσώδης καὶ σώματι δύσεργος ὢν ὑπέμενε παρὰ δύναμιν αἰσχύνῃ τὰς στρατείας.? οὐ μὴν ἀλλὰ καὶ τότε μάχῃ τε μεγάλῃ νικήσας ἑξακισχιλίους ἀνεῖλε τῶν πολεμίων, καὶ λαβὴν οὐδαμῇ παρέσχεν αὐτοῖς, ἀλλὰ καὶ περιταφρευόμενος ἠνέσχετο καὶ χλευαζόμενος καὶ καλούμενος οὐ παρωξύνθη.
"Σὐ μὲν οὖν, εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι μὴ βουλόμενον. "πότερον εἴπω τοὺς πολεμίους ἀνανδροτέρους ἢ ὑμᾶς:
"οὔτε γάρ ἐκεῖνοι τὸν νῶτον ὑμῶν οὔτε ὑμεῖς ἐκείνων τὸ ἰνίον ἰδεῖν ἐδυνήθητε. τέλος δὲ ἀφῆκε τὴν στρατηγίαν ὡς ἐξαδυνατῶν τῷ σώματι διὰ τὴν ἀσθένειαν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기