호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기
μετὰ δὲ τὴν μάχην ὁ Μάριος τῶν βαρβαρικῶν ὅπλων καὶ λαφύρων τὰ μὲν ἐκπρεπῆ καὶ ὁλόκληρα καὶ πομπικὴν ὄψιν τῷ θριάμβῳ δυνάμενα παρασχεῖν ἐπέλεξε, τῶν δὲ ἄλλων ἐπὶ πυρᾶς μεγάλης κατασωρεύσας τὸ πλῆθος ἔθυσε θυσίαν μεγαλοπρεπῆ, καὶ τοῦ στρατοῦ παρεστῶτος ἐν ὅπλοις ἐστεφανωμένου περιζωσάμενος αὐτός, ὥσπερ ἔθος ἐστίν, ἀναβαλὼν τὴν περιπόρφυρον καὶ λαβὼν δᾷδα καιομένην καὶ δι ἀμφοτέρων τῶν χειρῶν ἀνασχὼν πρὸς τὸν οὐρανὸν ἔμελλεν ὑφήσειν τῇ πυρᾷ:? καὶ προσελαύνοντες ἵπποις ἑωρῶντο φίλοι σὺν τάχει πρὸς αὐτόν, ὥστε πολλὴν γενέσθαι σιωπὴν καὶ προσδοκίαν ἁπάντων, ἐπεὶ δὲ ἐγγὺς ἦσαν, ἀποπηδήσαντες ἐδεξιοῦντο τὸν Μάριον, εὐαγγελιζόμενοι τὸ πέμπτον αὐτὸν ὕπατον ᾑρῆσθαι, καὶ γράμματα περὶ τούτων ἀπέδοσαν.
μεγάλης οὖν χαρᾶς τοῖς ἐπινικίοις προσγενομένης ὅ τε στρατὸς ὑφ ἡδονῆς ἐνοπλίῳ τινὶ κρότῳ καὶ πατάγῳ συνηλάλαξαν, καὶ τῶν ἡγεμόνων τὸν Μάριον αὖθις ἀναδούντων δάφνης στεφάνοις ἐνῆψε τὴν πυρὰν καὶ τὴν θυσίαν ἐπετελείωσεν.?
호흡부호 보기
강세부호 보기
장단부호 보기
작은 Iota 보기
모든 부호 보기